3.42 ʹ βασιλεῦ , ἐγὼ τόνδε ἑλὼν οὐκ ἐδικαίωσα φέρειν ἐς ἀγορήν , καίπερ ἐὼν ἀποχειροβίοτος , ἀλλά μοι ἐδόκεε σεῦ τε εἶναι ἄξιος καὶ τῆς σῆς ἀρχῆς · σοὶ δή μιν φέρων δίδωμι . ʹ δὲ ἡσθεὶς τοῖσι ἔπεσι ἀμείβεται τοῖσιδε . ʹ κάρτα τε εὖ ἐποίησας καὶ χάρις διπλῆ τῶν τε λόγων καὶ τοῦ δώρου , καί σε ἐπὶ δεῖπνον καλέομεν . ʹ μὲν δὴ ἁλιεὺς μέγα ποιεύμενος ταῦτα ἤιε ἐς τὰ οἰκία , τὸν δὲ ἰχθὺν τάμνοντες οἱ θεράποντες εὑρίσκουσι ἐν τῇ νηδύι αὐτοῦ ἐνεοῦσαν τὴν Πολυκράτεος σφρηγῖδα . ὡς δὲ εἶδόν τε καὶ ἔλαβον τάχιστα , ἔφερον κεχαρηκότες παρὰ τὸν Πολυκράτεα , διδόντες δέ οἱ τὴν σφρηγῖδα ἔλεγον ὅτεῳ τρόπῳ εὑρέθη . τὸν δὲ ὡς ἐσῆλθε θεῖον εἶναι τὸ πρῆγμα , γράφει ἐς βυβλίον πάντα τὰ ποιήσαντά μιν οἷα καταλελάβηκε , γράψας δὲ ἐς Αἴγυπτον ἐπέθηκε .
3.43 ἐπιλεξάμενος δὲ Ἄμασις τὸ βυβλίον τὸ παρὰ τοῦ Πολυκράτεος ἧκον , ἔμαθε ὅτι ἐκκομίσαι τε ἀδύνατον εἴη ἀνθρώπῳ ἄνθρωπον ἐκ τοῦ μέλλοντος γίνεσθαι πρήγματος , καὶ ὅτι οὐκ εὖ τελευτήσειν μέλλοι Πολυκράτης εὐτυχέων τὰ πάντα , ὃς καὶ τὰ ἀποβάλλει εὑρίσκει . πέμψας δέ οἱ κήρυκα ἐς Σάμον διαλύεσθαι ἔφη τὴν ξεινίην . τοῦδε δὲ εἵνεκεν ταῦτα ἐποίεε , ἵνα μὴ συντυχίης δεινῆς τε καὶ μεγάλης Πολυκράτεα καταλαβούσης αὐτὸς ἀλγήσειε τὴν ψυχὴν ὡς περὶ ξείνου ἀνδρός .