3.45 τῶν δ’ ὑπ’ ἑωυτῷ ἐόντων πολιητέων τὰ τέκνα καὶ τὰς γυναῖκας Πολυκράτης ἐς τοὺς νεωσοίκους συνειλήσας εἶχε ἑτοίμους , ἢν ἄρα προδιδῶσι οὗτοι πρὸς τοὺς κατιόντας , ὑποπρῆσαι αὐτοῖσι τοῖσι νεωσοίκοισι .
3.46 ἐπείτε δὲ οἱ ἐξελασθέντες Σαμίων ὑπὸ Πολυκράτεος ἀπίκοντο ἐς τὴν Σπάρτην , καταστάντες ἐπὶ τοὺς ἄρχοντας ἔλεγον πολλὰ οἷα κάρτα δεόμενοι · οἳ δέ σφι τῇ πρώτῃ καταστάσι ὑπεκρίναντο τὰ μὲν πρῶτα λεχθέντα ἐπιλελῆσθαι , τὰ δὲ ὕστατα οὐ συνιέναι . μετὰ δὲ ταῦτα δεύτερα καταστάντες ἄλλο μὲν εἶπον οὐδέν , θύλακον δὲ φέροντες ἔφασαν τὸν θύλακον ἀλφίτων δέεσθαι . οἳ δέ σφι ὑπεκρίναντο τῷ θυλάκῳ περιεργάσθαι · βοηθέειν δ’ ὦν ἔδοξε αὐτοῖσι .
3.47 καὶ ἔπειτα παρασκευασάμενοι ἐστρατεύοντο Λακεδαιμόνιοι ἐπὶ Σάμον , ὡς μὲν Σάμιοι λέγουσι , εὐεργεσίας ἐκτίνοντες , ὅτι σφι πρότεροι αὐτοὶ νηυσὶ ἐβοήθησαν ἐπὶ Μεσσηνίους · ὡς δὲ Λακεδαιμόνιοι λέγουσι , οὐκ οὕτω τιμωρῆσαι δεομένοισι Σαμίοισι ἐστρατεύοντο ὡς τίσασθαι βουλόμενοι τοῦ κρητῆρος τῆς ἁρπαγῆς , τὸν ἦγον Κροίσῳ , καὶ τοῦ θώρηκος , τὸν αὐτοῖσι Ἄμασις Αἰγύπτου βασιλεὺς ἔπεμψε δῶρον . καὶ γὰρ θώρηκα ἐληίσαντο τῷ προτέρῳ ἔτεϊ τὸν κρητῆρα οἱ Σάμιοι , ἐόντα μὲν λίνεον καὶ ζῴων ἐνυφασμένων συχνῶν , κεκοσμημένον δὲ χρυσῷ καὶ εἰρίοισι ἀπὸ ξύλου · τῶν δὲ εἵνεκα θωμάσαι ἄξιον , ἁρπεδόνη ἑκάστη τοῦ θώρηκος ποιέει · ἐοῦσα γὰρ λεπτὴ ἔχει ἁρπεδόνας ἐν ἑωυτῇ τριηκοσίας καὶ ἑξήκοντα , πάσας φανεράς . τοιοῦτος ἕτερος ἐστὶ καὶ τὸν ἐν Λίνδῳ ἀνέθηκε τῇ Ἀθηναίῃ Ἄμασις .