3.40 οὐδένα γάρ κω λόγῳ οἶδα ἀκούσας ὅστις ἐς τέλος οὐ κακῶς ἐτελεύτησε πρόρριζος , εὐτυχέων τὰ πάντα . σύ νυν ἐμοὶ πειθόμενος ποίησον πρὸς τὰς εὐτυχίας τοιάδε · φροντίσας τὸ ἂν εὕρῃς ἐόν τοι πλείστου ἄξιον καὶ ἐπ’ σὺ ἀπολομένῳ μάλιστα τὴν ψυχὴν ἀλγήσεις , τοῦτο ἀπόβαλε οὕτω ὅκως μηκέτι ἥξει ἐς ἀνθρώπους · ἤν τε μὴ ἐναλλὰξ ἤδη τὠπὸ τούτου αἱ εὐτυχίαι τοι τῇσι πάθῃσι προσπίπτωσι , τρόπῳ τῷ ἐξ ἐμεῦ ὑποκειμένῳ ἀκέο . ʹ
3.41 ταῦτα ἐπιλεξάμενος Πολυκράτης καὶ νόῳ λαβὼν ὥς οἱ εὖ ὑπετίθετο Ἄμασις , ἐδίζητο ἐπ’ ἂν μάλιστα τὴν ψυχὴν ἀσηθείη ἀπολομένῳ τῶν κειμηλίων , διζήμενος δὲ εὕρισκε τόδε . ἦν οἱ σφρηγὶς τὴν ἐφόρεε χρυσόδετος , σμαράγδου μὲν λίθου ἐοῦσα , ἔργον δὲ ἦν Θεοδώρου τοῦ Τηλεκλέος Σαμίου . ἐπεὶ ὦν ταύτην οἱ ἐδόκεε ἀποβαλεῖν , ἐποίεε τοιάδε · πεντηκόντερον πληρώσας ἀνδρῶν ἐσέβη ἐς αὐτήν , μετὰ δὲ ἀναγαγεῖν ἐκέλευε ἐς τὸ πέλαγος · ὡς δὲ ἀπὸ τῆς νήσου ἑκὰς ἐγένετο , περιελόμενος τὴν σφρηγῖδα πάντων ὁρώντων τῶν συμπλόων ῥίπτει ἐς τὸ πέλαγος . τοῦτο δὲ ποιήσας ἀπέπλεε , ἀπικόμενος δὲ ἐς τὰ οἰκία συμφορῇ ἐχρᾶτο .
3.42 πέμπτῃ δὲ ἕκτῃ ἡμέρῃ ἀπὸ τούτων τάδε οἱ συνήνεικε γενέσθαι . ἀνὴρ ἁλιεὺς λαβὼν ἰχθὺν μέγαν τε καὶ καλὸν ἠξίου μιν Πολυκράτεϊ δῶρον δοθῆναι · φέρων δὴ ἐπὶ τὰς θύρας Πολυκράτεϊ ἔφη ἐθέλειν ἐλθεῖν ἐς ὄψιν , χωρήσαντος δέ οἱ τούτου ἔλεγε διδοὺς τὸν ἰχθύν