3.39 καὶ τὰ μὲν πρῶτα τριχῇ δασάμενος τὴν πόλιν { ... } τοῖσι ἀδελφεοῖσι Πανταγνώτῳ καὶ Συλοσῶντι ἔνειμε , μετὰ δὲ τὸν μὲν αὐτῶν ἀποκτείνας τὸν δὲ νεώτερον Συλοσῶντα ἐξελάσας ἔσχε πᾶσαν Σάμον , σχὼν δὲ ξεινίην Ἀμάσι τῷ Αἰγύπτου βασιλέι συνεθήκατο , πέμπων τε δῶρα καὶ δεκόμενος ἄλλα παρ’ ἐκείνου . ἐν χρόνῳ δὲ ὀλίγῳ αὐτίκα τοῦ Πολυκράτεος τὰ πρήγματα ηὔξετο καὶ ἦν βεβωμένα ἀνά τε τὴν Ἰωνίην καὶ τὴν ἄλλην Ἑλλάδα · ὅκου γὰρ ἰθύσειε στρατεύεσθαι , πάντα οἱ ἐχώρεε εὐτυχέως . ἔκτητο δὲ πεντηκοντέρους τε ἑκατὸν καὶ χιλίους τοξότας , ἔφερε δὲ καὶ ἦγε πάντας διακρίνων οὐδένα · τῷ γὰρ φίλῳ ἔφη χαριεῖσθαι μᾶλλον ἀποδιδοὺς τὰ ἔλαβε ἀρχὴν μηδὲ λαβών . συχνὰς μὲν δὴ τῶν νήσων ἀραιρήκεε , πολλὰ δὲ καὶ τῆς ἠπείρου ἄστεα · ἐν δὲ δὴ καὶ Λεσβίους πανστρατιῇ βοηθέοντας Μιλησίοισι ναυμαχίῃ κρατήσας εἷλε , οἳ τὴν τάφρον περὶ τὸ τεῖχος τὸ ἐν Σάμῳ πᾶσαν δεδεμένοι ὤρυξαν .
3.40 καί κως τὸν Ἄμασιν εὐτυχέων μεγάλως Πολυκράτης οὐκ ἐλάνθανε , ἀλλά οἱ τοῦτ’ ἦν ἐπιμελές . πολλῷ δὲ ἔτι πλεῦνός οἱ εὐτυχίης γινομένης γράψας ἐς βυβλίον τάδε ἐπέστειλε ἐς Σάμον . ʹ Ἄμασις Πολυκράτεϊ ὧδε λέγει . ἡδὺ μὲν πυνθάνεσθαι ἄνδρα φίλον καὶ ξεῖνον εὖ πρήσσοντα · ἐμοὶ δὲ αἱ σαὶ μεγάλαι εὐτυχίαι οὐκ ἀρέσκουσι , τὸ θεῖον ἐπισταμένῳ ὡς ἔστι φθονερόν · καί κως βούλομαι καὶ αὐτὸς καὶ τῶν ἂν κήδωμαι τὸ μέν τι εὐτυχέειν τῶν πρηγμάτων τὸ δὲ προσπταίειν , καὶ οὕτω διαφέρειν τὸν αἰῶνα ἐναλλὰξ πρήσσων εὐτυχέειν τὰ πάντα .