3.38 πανταχῇ ὦν μοι δῆλα ἐστὶ ὅτι ἐμάνη μεγάλως Καμβύσης · οὐ γὰρ ἂν ἱροῖσί τε καὶ νομαίοισι ἐπεχείρησε καταγελᾶν . εἰ γάρ τις προθείη πᾶσι ἀνθρώποισι ἐκλέξασθαι κελεύων νόμους τοὺς καλλίστους ἐκ τῶν πάντων νόμων , διασκεψάμενοι ἂν ἑλοίατο ἕκαστοι τοὺς ἑωυτῶν · οὕτω νομίζουσι πολλόν τι καλλίστους τοὺς ἑωυτῶν νόμους ἕκαστοι εἶναι . οὔκων οἰκός ἐστι ἄλλον γε μαινόμενον ἄνδρα γέλωτα τὰ τοιαῦτα τίθεσθαι · ὡς δὲ οὕτω νενομίκασι τὰ περὶ τοὺς νόμους πάντες ἄνθρωποι , πολλοῖσί τε καὶ ἄλλοισι τεκμηρίοισι πάρεστι σταθμώσασθαι , ἐν δὲ δὴ καὶ τῷδε . Δαρεῖος ἐπὶ τῆς ἑωυτοῦ ἀρχῆς καλέσας Ἑλλήνων τοὺς παρεόντας εἴρετο ἐπὶ κόσῳ ἂν χρήματι βουλοίατο τοὺς πατέρας ἀποθνήσκοντας κατασιτέεσθαι · οἳ δὲ ἐπ’ οὐδενὶ ἔφασαν ἔρδειν ἂν τοῦτο . Δαρεῖος δὲ μετὰ ταῦτα καλέσας Ἰνδῶν τοὺς καλεομένους Καλλατίας , οἳ τοὺς γονέας κατεσθίουσι , εἴρετο , παρεόντων τῶν Ἑλλήνων καὶ δι’ ἑρμηνέος μανθανόντων τὰ λεγόμενα , ἐπὶ τίνι χρήματι δεξαίατ’ ἂν τελευτῶντας τοὺς πατέρας κατακαίειν πυρί · οἳ δὲ ἀμβώσαντες μέγα εὐφημέειν μιν ἐκέλευον . οὕτω μέν νυν ταῦτα νενόμισται , καὶ ὀρθῶς μοι δοκέει Πίνδαρος ποιῆσαι νόμον πάντων βασιλέα φήσας εἶναι .
3.39 Καμβύσεω δὲ ἐπ’ Αἴγυπτον στρατευομένου ἐποιήσαντο καὶ Λακεδαιμόνιοι στρατηίην ἐπὶ Σάμον τε καὶ Πολυκράτεα τὸν Αἰάκεος · ὃς ἔσχε Σάμον ἐπαναστάς ,