3.36 οἱ δὲ θεράποντες ἐπιστάμενοι τὸν τρόπον αὐτοῦ κατακρύπτουσι τὸν Κροῖσον ἐπὶ τῷδε τῷ λόγῳ ὥστε , εἰ μὲν μεταμελήσῃ τῷ Καμβύσῃ καὶ ἐπιζητέῃ τὸν Κροῖσον , οἳ δὲ ἐκφήναντες αὐτὸν δῶρα λάμψονται ζωάγρια Κροίσου , ἢν δὲ μὴ μεταμέληται μηδὲ ποθέῃ μιν , τότε καταχρᾶσθαι . ἐπόθησέ τε δὴ Καμβύσης τὸν Κροῖσον οὐ πολλῷ μετέπειτα χρόνῳ ὕστερον , καὶ οἱ θεράποντες μαθόντες τοῦτο ἐπηγγέλλοντο αὐτῷ ὡς περιείη . Καμβύσης δὲ Κροίσῳ μὲν συνήδεσθαι ἔφη περιεόντι , ἐκείνους μέντοι τοὺς περιποιήσαντας οὐ καταπροΐξεσθαι ἀλλ’ ἀποκτενέειν · καὶ ἐποίησε ταῦτα .
3.37 μὲν δὴ τοιαῦτα πολλὰ ἐς Πέρσας τε καὶ τοὺς συμμάχους ἐξεμαίνετο , μένων ἐν Μέμφι καὶ θήκας τε παλαιὰς ἀνοίγων καὶ σκεπτόμενος τοὺς νεκρούς . ὣς δὲ δὴ καὶ ἐς τοῦ Ἡφαίστου τὸ ἱρὸν ἦλθε καὶ πολλὰ τῷ ἀγάλματι κατεγέλασε . ἔστι γὰρ τοῦ Ἡφαίστου τὤγαλμα τοῖσι Φοινικηίοισι Παταΐκοισι ἐμφερέστατον , τοὺς οἱ Φοίνικες ἐν τῇσι πρῴρῃσι τῶν τριηρέων περιάγουσι . ὃς δὲ τούτους μὴ ὄπωπε , ὧδε σημανέω · πυγμαίου ἀνδρὸς μίμησις ἐστί . ἐσῆλθε δὲ καὶ ἐς τῶν Καβείρων τὸ ἱρόν , ἐς τὸ οὐ θεμιτόν ἐστι ἐσιέναι ἄλλον γε τὸν ἱρέα · ταῦτα δὲ τὰ ἀγάλματα καὶ ἐνέπρησε πολλὰ κατασκώψας . ἔστι δὲ καὶ ταῦτα ὅμοια τοῖσι τοῦ Ἡφαίστου · τούτου δὲ σφέας παῖδας λέγουσι εἶναι .