3.36 ταῦτα δέ μιν ποιεῦντα ἐδικαίωσε Κροῖσος Λυδὸς νουθετῆσαι τοῖσιδε τοῖσι ἔπεσι . ʹ βασιλεῦ , μὴ πάντα ἡλικίῃ καὶ θυμῷ ἐπίτραπε , ἀλλ’ ἴσχε καὶ καταλάμβανε σεωυτόν · ἀγαθόν τι πρόνοον εἶναι , σοφὸν δὲ προμηθίη . σὺ δὲ κτείνεις μὲν ἄνδρας σεωυτοῦ πολιήτας ἐπ’ οὐδεμιῇ αἰτίῃ ἀξιοχρέῳ ἑλών , κτείνεις δὲ παῖδας . ἢν δὲ πολλὰ τοιαῦτα ποιέῃς , ὅρα ὅκως μή σευ ἀποστήσονται Πέρσαι . ἐμοὶ δὲ πατὴρ σὸς Κῦρος ἐνετέλλετο πολλὰ κελεύων σε νουθετέειν καὶ ὑποτίθεσθαι τι ἂν εὑρίσκω ἀγαθόν . ʹ μὲν δὴ εὐνοίην φαίνων συνεβούλευέ οἱ ταῦτα · δ’ ἀμείβετο τοῖσιδε . ʹ σὺ καὶ ἐμοὶ τολμᾷς συμβουλεύειν , ὃς χρηστῶς μὲν τὴν σεωυτοῦ πατρίδα ἐπετρόπευσας , εὖ δὲ τῷ πατρὶ τῷ ἐμῷ συνεβούλευσας , κελεύων αὐτὸν Ἀράξεα ποταμὸν διαβάντα ἰέναι ἐπὶ Μασσαγέτας , βουλομένων ἐκείνων διαβαίνειν ἐς τὴν ἡμετέρην , καὶ ἀπὸ μὲν σεωυτὸν ὤλεσας τῆς σεωυτοῦ πατρίδος κακῶς προστάς , ἀπὸ δὲ ὤλεσας Κῦρον πειθόμενον σοί , ἀλλ’ οὔτι χαίρων , ἐπεί τοι καὶ πάλαι ἐς σὲ προφάσιός τευ ἐδεόμην ἐπιλαβέσθαι . ʹ ταῦτα δὲ εἴπας ἐλάμβανε τὸ τόξον ὡς κατατοξεύσων αὐτόν , Κροῖσος δὲ ἀναδραμὼν ἔθεε ἔξω . δὲ ἐπείτε τοξεῦσαι οὐκ εἶχε , ἐνετείλατο τοῖσι θεράπουσι λαβόντας μιν ἀποκτεῖναι .