3.34 Πέρσαι μὲν ταῦτα ἔλεγον , Κροῖσος δὲ παρεών τε καὶ οὐκ ἀρεσκόμενος τῇ κρίσι εἶπε πρὸς τὸν Καμβύσεα τάδε . ʹ ἐμοὶ μέν νυν , παῖ Κύρου , οὐ δοκέεις ὅμοιος εἶναι τῷ πατρί · οὐ γάρ κώ τοι ἐστὶ υἱὸς οἷον σε ἐκεῖνος κατελίπετο . ʹ ἥσθη τε ταῦτα ἀκούσας Καμβύσης καὶ ἐπαίνεε τὴν Κροίσου κρίσιν .
3.35 τούτων δὴ ὦν ἐπιμνησθέντα ὀργῇ λέγειν πρὸς τὸν Πρηξάσπεα ʹ σύ νυν μάθε εἰ λέγουσι Πέρσαι ἀληθέα εἴτε αὐτοὶ λέγοντες ταῦτα παραφρονέουσι · εἰ μὲν γὰρ τοῦ παιδὸς τοῦ σοῦ τοῦδε ἑστεῶτος ἐν τοῖσι προθύροισι βαλὼν τύχοιμι μέσης τῆς καρδίης , Πέρσαι φανέονται λέγοντες οὐδέν · ἢν δὲ ἁμάρτω , φάναι Πέρσας τε λέγειν ἀληθέα καί με μὴ σωφρονέειν . ʹ ταῦτα δὲ εἰπόντα καὶ διατείναντα τὸ τόξον βαλεῖν τὸν παῖδα , πεσόντος δὲ τοῦ παιδὸς ἀνασχίζειν αὐτὸν κελεύειν καὶ σκέψασθαι τὸ βλῆμα · ὡς δὲ ἐν τῇ καρδίῃ εὑρεθῆναι ἐνεόντα τὸν ὀιστόν , εἰπεῖν πρὸς τὸν πατέρα τοῦ παιδὸς γελάσαντα καὶ περιχαρέα γενόμενον ʹ Πρήξασπες , ὡς μὲν ἐγὼ τε οὐ μαίνομαι Πέρσαι τε παραφρονέουσι , δῆλά τοι γέγονε . νῦν δέ μοι εἰπέ , τίνα εἶδες ἤδη πάντων ἀνθρώπων οὕτω ἐπίσκοπα τοξεύοντα ; ʹ Πρηξάσπεα δὲ ὁρῶντα ἄνδρα οὐ φρενήρεα καὶ περὶ ἑωυτῷ δειμαίνοντα εἰπεῖν ʹ δέσποτα , οὐδ’ ἂν αὐτὸν ἔγωγε δοκέω τὸν θεὸν οὕτω ἂν καλῶς βαλεῖν . ʹ τότε μὲν ταῦτα ἐξεργάσατο , ἑτέρωθι δὲ Περσέων ὁμοίους τοῖσι πρώτοισι δυώδεκα ἐπ’ οὐδεμιῇ αἰτίῃ ἀξιοχρέῳ ἑλὼν ζώοντας ἐπὶ κεφαλὴν κατώρυξε .