3.33 ταῦτα μὲν ἐς τοὺς οἰκηίους Καμβύσης ἐξεμάνη , εἴτε δὴ διὰ τὸν Ἆπιν εἴτε καὶ ἄλλως , οἷα πολλὰ ἔωθε ἀνθρώπους κακὰ καταλαμβάνειν · καὶ γὰρ τινὰ ἐκ γενεῆς νοῦσον μεγάλην λέγεται ἔχειν Καμβύσης , τὴν ἱρὴν ὀνομάζουσι τινές . οὔ νύν τοι ἀεικὲς οὐδὲν ἦν τοῦ σώματος νοῦσον μεγάλην νοσέοντος μηδὲ τὰς φρένας ὑγιαίνειν .
3.34 τάδε δ’ ἐς τοὺς ἄλλους Πέρσας ἐξεμάνη . λέγεται γὰρ εἰπεῖν αὐτὸν πρὸς Πρηξάσπεα , τὸν ἐτίμα τε μάλιστα καί οἱ τὰς ἀγγελίας ἐφόρεε οὗτος , τούτου τε παῖς οἰνοχόος ἦν τῷ Καμβύσῃ , τιμὴ δὲ καὶ αὕτη οὐ σμικρή · εἰπεῖν δὲ λέγεται τάδε . ʹ Πρήξασπες , κοῖόν με τινὰ νομίζουσι Πέρσαι εἶναι ἄνδρα τίνας τε λόγους περὶ ἐμέο ποιεῦνται ; ʹ τὸν δὲ εἰπεῖν ʹ δέσποτα , τὰ μὲν ἄλλα πάντα μεγάλως ἐπαινέαι , τῇ δὲ φιλοινίῃ σε φασὶ πλεόνως προσκεῖσθαι . ʹ τὸν μὲν δὴ λέγειν ταῦτα περὶ Περσέων , τὸν δὲ θυμωθέντα τοιάδε ἀμείβεσθαι . ʹ νῦν ἄρα με φασὶ Πέρσαι οἴνῳ προσκείμενον παραφρονέειν καὶ οὐκ εἶναι νοήμονα · οὐδ’ ἄρα σφέων οἱ πρότεροι λόγοι ἦσαν ἀληθέες . ʹ πρότερον γὰρ δὴ ἄρα , Περσέων οἱ συνέδρων ἐόντων καὶ Κροίσου , εἴρετο Καμβύσης κοῖός τις δοκέοι ἀνὴρ εἶναι πρὸς τὸν πατέρα τελέσαι Κῦρον , οἳ δὲ ἀμείβοντο ὡς εἴη ἀμείνων τοῦ πατρός · τά τε γὰρ ἐκείνου πάντα ἔχειν αὐτὸν καὶ προσεκτῆσθαι Αἴγυπτόν τε καὶ τὴν θάλασσαν .