3.31 τότε μὲν δὴ Καμβύσης ἔγημε τὴν ἐρωμένην , μετὰ μέντοι οὐ πολλὸν χρόνον ἔσχε ἄλλην ἀδελφεήν . τουτέων δῆτα τὴν νεωτέρην ἐπισπομένην οἱ ἐπ’ Αἴγυπτον κτείνει .
3.32 ἀμφὶ δὲ τῷ θανάτῳ αὐτῆς διξὸς ὥσπερ περὶ Σμέρδιος λέγεται λόγος . Ἕλληνες μὲν λέγουσι Καμβύσεα συμβαλεῖν σκύμνον λέοντος σκύλακι κυνός , θεωρέειν δὲ καὶ τὴν γυναῖκα ταύτην , νικωμένου δὲ τοῦ σκύλακος ἀδελφεὸν αὐτοῦ ἄλλον σκύλακα ἀπορρήξαντα τὸν δεσμὸν παραγενέσθαι οἱ , δύο δὲ γενομένους οὕτω δὴ τοὺς σκύλακας ἐπικρατῆσαι τοῦ σκύμνου . καὶ τὸν μὲν Καμβύσεα ἥδεσθαι θεώμενον , τὴν δὲ παρημένην δακρύειν . Καμβύσεα δὲ μαθόντα τοῦτο ἐπειρέσθαι δι’ τι δακρύει , τὴν δὲ εἰπεῖν ὡς ἰδοῦσα τὸν σκύλακα τῷ ἀδελφεῷ τιμωρήσαντα δακρύσειε , μνησθεῖσά τε Σμέρδιος καὶ μαθοῦσα ὡς ἐκείνῳ οὐκ εἴη τιμωρήσων . Ἕλληνες μὲν δὴ διὰ τοῦτο τὸ ἔπος φασὶ αὐτὴν ἀπολέσθαι ὑπὸ Καμβύσεω , Αἰγύπτιοι δὲ ὡς τραπέζῃ παρακατημένων λαβοῦσαν θρίδακα τὴν γυναῖκα περιτῖλαι καὶ ἐπανειρέσθαι τὸν ἄνδρα κότερον περιτετιλμένη θρίδαξ δασέα εἴη καλλίων , καὶ τὸν φάναι δασέαν , τὴν δ’ εἰπεῖν ʹ ταύτην μέντοι κοτὲ σὺ τὴν θρίδακα ἐμιμήσαο τὸν Κύρου οἶκον ἀποψιλώσας . ʹ τὸν δὲ θυμωθέντα ἐμπηδῆσαι αὐτῇ ἐχούσῃ ἐν γαστρί , καί μιν ἐκτρώσασαν ἀποθανεῖν .