3.30 πρὸς ὦν ταῦτα δείσας περὶ ἑωυτοῦ μή μιν ἀποκτείνας ἀδελφεὸς ἄρχῃ , πέμπει Πρηξάσπεα ἐς Πέρσας , ὃς ἦν οἱ ἀνὴρ Περσέων πιστότατος , ἀποκτενέοντά μιν . δὲ ἀναβὰς ἐς Σοῦσα ἀπέκτεινε Σμέρδιν , οἳ μὲν λέγουσι ἐπ’ ἄγρην ἐξαγαγόντα , οἳ δὲ ἐς τὴν Ἐρυθρὴν θάλασσαν προαγαγόντα καταποντῶσαι .
3.31 πρῶτον μὲν δὴ λέγουσι Καμβύσῃ τῶν κακῶν ἄρξαι τοῦτο · δεύτερα δὲ ἐξεργάσατο τὴν ἀδελφεὴν ἑσπομένην οἱ ἐς Αἴγυπτον , τῇ καὶ συνοίκεε καὶ ἦν οἱ ἀπ’ ἀμφοτέρων ἀδελφεή . ἔγημε δὲ αὐτὴν ὧδε · οὐδαμῶς γὰρ ἐώθεσαν πρότερον τῇσι ἀδελφεῇσι συνοικέειν Πέρσαι . ἠράσθη μιῆς τῶν ἀδελφεῶν Καμβύσης , καὶ ἔπειτα βουλόμενος αὐτὴν γῆμαι , ὅτι οὐκ ἐωθότα ἐπενόεε ποιήσειν , εἴρετο καλέσας τοὺς βασιληίους δικαστὰς εἴ τις ἐστὶ κελεύων νόμος τὸν βουλόμενον ἀδελφεῇ συνοικέειν . οἱ δὲ βασιλήιοι δικασταὶ κεκριμένοι ἄνδρες γίνονται Περσέων , ἐς οὗ ἀποθάνωσι σφι παρευρεθῇ τι ἄδικον , μέχρι τούτου · οὗτοι δὲ τοῖσι πέρσῃσι δίκας δικάζουσι καὶ ἐξηγηταὶ τῶν πατρίων θεσμῶν γίνονται , καὶ πάντα ἐς τούτους ἀνακέεται . εἰρομένου ὦν τοῦ Καμβύσεω , ὑπεκρίνοντο αὐτῷ οὗτοι καὶ δίκαια καὶ ἀσφαλέα , φάμενοι νόμον οὐδένα ἐξευρίσκειν ὃς κελεύει ἀδελφεῇ συνοικέειν ἀδελφεόν , ἄλλον μέντοι ἐξευρηκέναι νόμον , τῷ βασιλεύοντι Περσέων ἐξεῖναι ποιέειν τὸ ἂν βούληται . οὕτω οὔτε τὸν νόμον ἔλυσαν δείσαντες Καμβύσεα , ἵνα τε μὴ αὐτοὶ ἀπόλωνται τὸν νόμον περιστέλλοντες , παρεξεῦρον ἄλλον νόμον σύμμαχον τῷ θέλοντι γαμέειν ἀδελφεάς .