3.29 ὡς δὲ ἤγαγον τὸν Ἆπιν οἱ ἱρέες , Καμβύσης , οἷα ἐὼν ὑπομαργότερος , σπασάμενος τὸ ἐγχειρίδιον , θέλων τύψαι τὴν γαστέρα τοῦ Ἄπιος παίει τὸν μηρόν · γελάσας δὲ εἶπε πρὸς τοὺς ἱρέας ʹ κακαὶ κεφαλαί , τοιοῦτοι θεοὶ γίνονται , ἔναιμοί τε καὶ σαρκώδεες καὶ ἐπαΐοντες σιδηρίων ; ἄξιος μέν γε Αἰγυπτίων οὗτός γε θεός , ἀτάρ τοι ὑμεῖς γε οὐ χαίροντες γέλωτα ἐμὲ θήσεσθε . ʹ ταῦτα εἴπας ἐνετείλατο τοῖσι ταῦτα πρήσσουσι τοὺς μὲν ἱρέας ἀπομαστιγῶσαι , Αἰγυπτίων δὲ τῶν ἄλλων τὸν ἂν λάβωσι ὁρτάζοντα κτείνειν . ὁρτὴ μὲν δὴ διελέλυτο Αἰγυπτίοισι , οἱ δὲ ἱρέες ἐδικαιεῦντο , δὲ Ἆπις πεπληγμένος τὸν μηρὸν ἔφθινε ἐν τῷ ἱρῷ κατακείμενος . καὶ τὸν μὲν τελευτήσαντα ἐκ τοῦ τρώματος ἔθαψαν οἱ ἱρέες λάθρῃ Καμβύσεω .
3.30 Καμβύσης δέ , ὡς λέγουσι Αἰγύπτιοι , αὐτίκα διὰ τοῦτο τὸ ἀδίκημα ἐμάνη , ἐὼν οὐδὲ πρότερον φρενήρης . καὶ πρῶτα μὲν τῶν κακῶν ἐξεργάσατο τὸν ἀδελφεὸν Σμέρδιν ἐόντα πατρὸς καὶ μητρὸς τῆς αὐτῆς , τὸν ἀπέπεμψε ἐς Πέρσας φθόνῳ ἐξ Αἰγύπτου , ὅτι τὸ τόξον μοῦνος Περσέων ὅσον τε ἐπὶ δύο δακτύλους εἴρυσε , τὸ παρὰ τοῦ Αἰθίοπος ἤνεικαν οἱ Ἰχθυοφάγοι , τῶν δὲ ἄλλων Περσέων οὐδεὶς οἷός τε ἐγένετο . ἀποιχομένου ὦν ἐς Πέρσας τοῦ Σμέρδιος ὄψιν εἶδε Καμβύσης ἐν τῷ ὕπνῳ τοιήνδε · ἔδοξέ οἱ ἄγγελον ἐλθόντα ἐκ Περσέων ἀγγέλλειν ὡς ἐν τῷ θρόνῳ τῷ βασιληίῳ ἱζόμενος Σμέρδις τῇ κεφαλῇ τοῦ οὐρανοῦ ψαύσειε .