3.27 ἰδὼν δὲ ταῦτα τοὺς Αἰγυπτίους ποιεῦντας Καμβύσης , πάγχυ σφέας καταδόξας ἑωυτοῦ κακῶς πρήξαντος χαρμόσυνα ταῦτα ποιέειν , ἐκάλεε τοὺς ἐπιτρόπους τῆς Μέμφιος , ἀπικομένους δὲ ἐς ὄψιν εἴρετο τι πρότερον μὲν ἐόντος αὐτοῦ ἐν Μέμφι ἐποίευν τοιοῦτον οὐδὲν Αἰγύπτιοι , τότε δὲ ἐπεὶ αὐτὸς παρείη τῆς στρατιῆς πλῆθός τι ἀποβαλών . οἳ δὲ ἔφραζον ὥς σφι θεὸς εἴη φανεὶς διὰ χρόνου πολλοῦ ἐωθὼς ἐπιφαίνεσθαι , καὶ ὡς ἐπεὰν φανῇ τότε πάντες Αἰγύπτιοι κεχαρηκότες ὁρτάζοιεν . ταῦτα ἀκούσας Καμβύσης ἔφη ψεύδεσθαι σφέας καὶ ὡς ψευδομένους θανάτῳ ἐζημίου .
3.28 ἀποκτείνας δὲ τούτους δεύτερα τοὺς ἱρέας ἐκάλεε ἐς ὄψιν · λεγόντων δὲ κατὰ ταὐτὰ τῶν ἱρέων , οὐ λήσειν ἔφη αὐτὸν εἰ θεός τις χειροήθης ἀπιγμένος εἴη Αἰγυπτίοισι . τοσαῦτα δὲ εἴπας ἀπάγειν ἐκέλευε τὸν Ἆπιν τοὺς ἱρέας . οἳ μὲν δὴ μετήισαν ἄξοντες . δὲ Ἆπις οὗτος Ἔπαφος γίνεται μόσχος ἐκ βοός , ἥτις οὐκέτι οἵη τε γίνεται ἐς γαστέρα ἄλλον βάλλεσθαι γόνον . Αἰγύπτιοι δὲ λέγουσι σέλας ἐπὶ τὴν βοῦν ἐκ τοῦ οὐρανοῦ κατίσχειν , καί μιν ἐκ τούτου τίκτειν τὸν Ἆπιν . ἔχει δὲ μόσχος οὗτος Ἆπις καλεόμενος σημήια τοιάδε ἐὼν μέλας , ἐπὶ μὲν τῷ μετώπῳ λευκόν τι τρίγωνον , ἐπὶ δὲ τοῦ νώτου αἰετὸν εἰκασμένον , ἐν δὲ τῇ οὐρῇ τὰς τρίχας διπλᾶς , ὑπὸ δὲ τῇ γλώσσῃ κάνθαρον .