3.25 πυθόμενος δὲ ταῦτα Καμβύσης , δείσας τὴν ἀλληλοφαγίην , ἀπεὶς τὸν ἐπ’ Αἰθίοπας στόλον ὀπίσω ἐπορεύετο καὶ ἀπικνέεται ἐς Θήβας πολλοὺς ἀπολέσας τοῦ στρατοῦ · ἐκ Θηβέων δὲ καταβὰς ἐς Μέμφιν τοὺς Ἕλληνας ἀπῆκε ἀποπλέειν .
3.26 μὲν ἐπ’ Αἰθίοπας στόλος οὕτω ἔπρηξε · οἱ δ’ αὐτῶν ἐπ’ Ἀμμωνίους ἀποσταλέντες στρατεύεσθαι , ἐπείτε ὁρμηθέντες ἐκ τῶν Θηβέων ἐπορεύοντο ἔχοντες ἀγωγούς , ἀπικόμενοι μὲν φανεροί εἰσι ἐς Ὄασιν πόλιν , τὴν ἔχουσι μὲν Σάμιοι τῆς Αἰσχριωνίης φυλῆς λεγόμενοι εἶναι , ἀπέχουσι δὲ ἑπτὰ ἡμερέων ὁδὸν ἀπὸ Θηβέων διὰ ψάμμου · ὀνομάζεται δὲ χῶρος οὗτος κατὰ Ἑλλήνων γλῶσσαν Μακάρων νῆσος . ἐς μὲν δὴ τοῦτον τὸν χῶρον λέγεται ἀπικέσθαι τὸν στρατόν , τὸ ἐνθεῦτεν δέ , ὅτι μὴ αὐτοὶ Ἀμμώνιοι καὶ οἱ τούτων ἀκούσαντες , ἄλλοι οὐδένες οὐδὲν ἔχουσι εἰπεῖν περὶ αὐτῶν · οὔτε γὰρ ἐς τοὺς Ἀμμωνίους ἀπίκοντο οὔτε ὀπίσω ἐνόστησαν . λέγεται δὲ κατὰ τάδε ὑπ’ αὐτῶν Ἀμμωνίων · ἐπειδὴ ἐκ τῆς Ὀάσιος ταύτης ἰέναι διὰ τῆς ψάμμου ἐπὶ σφέας , γενέσθαι τε αὐτοὺς μεταξύ κου μάλιστα αὐτῶν τε καὶ τῆς Ὀάσιος , ἄριστον αἱρεομένοισι αὐτοῖσι ἐπιπνεῦσαι νότον μέγαν τε καὶ ἐξαίσιον , φορέοντα δὲ θῖνας τῆς ψάμμου καταχῶσαι σφέας , καὶ τρόπῳ τοιούτῳ ἀφανισθῆναι . Ἀμμώνιοι μὲν οὕτω λέγουσι γενέσθαι περὶ τῆς στρατιῆς ταύτης .
3.27 ἀπιγμένου δὲ Καμβύσεω ἐς Μέμφιν ἐφάνη Αἰγυπτίοισι Ἆπις , τὸν Ἕλληνες Ἔπαφον καλέουσι · ἐπιφανέος δὲ τούτου γενομένου αὐτίκα οἱ Αἰγύπτιοι εἵματα ἐφόρεον τὰ κάλλιστα καὶ ἦσαν ἐν θαλίῃσι .