3.24 ἐνιαυτὸν μὲν δὴ ἔχουσι τὴν στήλην ἐν τοῖσι οἰκίοισι οἱ μάλιστα προσήκοντες , πάντων ἀπαρχόμενοι καὶ θυσίας οἱ προσάγοντες · μετὰ δὲ ταῦτα ἐκκομίσαντες ἱστᾶσι περὶ τὴν πόλιν .
3.25 θεησάμενοι δὲ τὰ πάντα οἱ κατάσκοποι ἀπαλλάσσοντο ὀπίσω . ἀπαγγειλάντων δὲ ταῦτα τούτων , αὐτίκα Καμβύσης ὀργὴν ποιησάμενος ἐστρατεύετο ἐπὶ τοὺς Αἰθίοπας , οὔτε παρασκευὴν σίτου οὐδεμίαν παραγγείλας , οὔτε λόγον ἑωυτῷ δοὺς ὅτι ἐς τὰ ἔσχατα γῆς ἔμελλε στρατεύεσθαι · οἷα δὲ ἐμμανής τε ἐὼν καὶ οὐ φρενήρης , ὡς ἤκουε τῶν Ἰχθυοφάγων , ἐστρατεύετο , Ἑλλήνων μὲν τοὺς παρεόντας αὐτοῦ τάξας ὑπομένειν , τὸν δὲ πεζὸν πάντα ἅμα ἀγόμενος . ἐπείτε δὲ στρατευόμενος ἐγένετο ἐν Θήβῃσι , ἀπέκρινε τοῦ στρατοῦ ὡς πέντε μυριάδας , καὶ τούτοισι μὲν ἐνετέλλετο Ἀμμωνίους ἐξανδραποδισαμένους τὸ χρηστήριον τὸ τοῦ Διὸς ἐμπρῆσαι , αὐτὸς δὲ τὸν λοιπὸν ἄγων στρατὸν ἤιε ἐπὶ τοὺς Αἰθίοπας . πρὶν δὲ τῆς ὁδοῦ τὸ πέμπτον μέρος διεληλυθέναι τὴν στρατιήν , αὐτίκα πάντα αὐτοὺς τὰ εἶχον σιτίων ἐχόμενα ἐπελελοίπεε , μετὰ δὲ τὰ σιτία καὶ τὰ ὑποζύγια ἐπέλιπε κατεσθιόμενα . εἰ μέν νυν μαθὼν ταῦτα Καμβύσης ἐγνωσιμάχεε καὶ ἀπῆγε ὀπίσω τὸν στρατόν , ἐπὶ τῇ ἀρχῆθεν γενομένῃ ἁμαρτάδι ἦν ἂν ἀνὴρ σοφός · νῦν δὲ οὐδένα λόγον ποιεύμενος ἤιε αἰεὶ ἐς τὸ πρόσω . οἱ δὲ στρατιῶται ἕως μέν τι εἶχον ἐκ τῆς γῆς λαμβάνειν , ποιηφαγέοντες διέζωον , ἐπεὶ δὲ ἐς τὴν ψάμμον ἀπίκοντο , δεινὸν ἔργον αὐτῶν τινες ἐργάσαντο · ἐκ δεκάδος γὰρ ἕνα σφέων αὐτῶν ἀποκληρώσαντες κατέφαγον .