3.23 θῶμα δὲ ποιευμένων τῶν κατασκόπων περὶ τῶν ἐτέων , ἐπὶ κρήνην σφι ἡγήσασθαι , ἀπ’ ἧς λουόμενοι λιπαρώτεροι ἐγίνοντο , κατά περ εἰ ἐλαίου εἴη · ὄζειν δὲ ἀπ’ αὐτῆς ὡς εἰ ἴων . ἀσθενὲς δὲ τὸ ὕδωρ τῆς κρήνης ταύτης οὕτω δή τι ἔλεγον εἶναι οἱ κατάσκοποι ὥστε μηδὲν οἷόν τ’ εἶναι ἐπ’ αὐτοῦ ἐπιπλέειν , μήτε ξύλον μήτε τῶν ὅσα ξύλου ἐστὶ ἐλαφρότερα , ἀλλὰ πάντα σφέα χωρέειν ἐς βυσσόν . τὸ δὲ ὕδωρ τοῦτο εἴ σφι ἐστὶ ἀληθέως οἷόν τι λέγεται , διὰ τοῦτο ἂν εἶεν , τούτῳ τὰ πάντα χρεώμενοι , μακρόβιοι . ἀπὸ τῆς κρήνης δὲ ἀπαλλασσομένων , ἀγαγεῖν σφεας ἐς δεσμωτήριον ἀνδρῶν , ἔνθα τοὺς πάντας ἐν πέδῃσι χρυσέῃσι δεδέσθαι . ἔστι δὲ ἐν τούτοισι τοῖσι Αἰθίοψι πάντων χαλκὸς σπανιώτατον καὶ τιμιώτατον . θεησάμενοι δὲ καὶ τὸ δεσμωτήριον , ἐθεήσαντο καὶ τὴν τοῦ ἡλίου λεγομένην τράπεζαν .
3.24 μετὰ δὲ ταύτην τελευταίας ἐθεήσαντο τὰς θήκας αὐτῶν , αἳ λέγονται σκευάζεσθαι ἐξ ὑέλου τρόπῳ τοιῷδε · ἐπεὰν τὸν νεκρὸν ἰσχνήνωσι , εἴτε δὴ κατά περ Αἰγύπτιοι εἴτε ἄλλως κως , γυψώσαντες ἅπαντα αὐτὸν γραφῇ κοσμέουσι , ἐξομοιεῦντες τὸ εἶδος ἐς τὸ δυνατόν , ἔπειτα δέ οἱ περιιστᾶσι στήλην ἐξ ὑέλου πεποιημένην κοίλην · δέ σφι πολλὴ καὶ εὐεργὸς ὀρύσσεται . ἐν μέσῃ δὲ τῇ στήλῃ ἐνεὼν διαφαίνεται νέκυς , οὔτε ὀδμὴν οὐδεμίαν ἄχαριν παρεχόμενος οὔτε ἄλλο ἀεικὲς οὐδέν , καὶ ἔχει πάντα φανερὰ ὁμοίως αὐτῷ τῷ νέκυϊ .