3.22 ταῦτα δὲ εἴπας καὶ ἀνεὶς τὸ τόξον παρέδωκε τοῖσι ἥκουσι . λαβὼν δὲ τὸ εἷμα τὸ πορφύρεον εἰρώτα τι εἴη καὶ ὅκως πεποιημένον · εἰπόντων δὲ τῶν Ἰχθυοφάγων τὴν ἀληθείην περὶ τῆς πορφύρης καὶ τῆς βαφῆς , δολεροὺς μὲν τοὺς ἀνθρώπους ἔφη εἶναι , δολερὰ δὲ αὐτῶν τὰ εἵματα . δεύτερα δὲ τὸν χρυσὸν εἰρώτα τὸν στρεπτὸν τὸν περιαυχένιον καὶ τὰ ψέλια · ἐξηγεομένων δὲ τῶν Ἰχθυοφάγων τὸν κόσμον αὐτοῦ , γελάσας βασιλεὺς καὶ νομίσας εἶναι σφέα πέδας εἶπε ὡς παρ’ ἑωυτοῖσι εἰσὶ ῥωμαλεώτεραι τουτέων πέδαι . τρίτον δὲ εἰρώτα τὸ μύρον · εἰπόντων δὲ τῆς ποιήσιος πέρι καὶ ἀλείψιος , τὸν αὐτὸν λόγον τὸν καὶ περὶ τοῦ εἵματος εἶπε . ὡς δὲ ἐς τὸν οἶνον ἀπίκετο καὶ ἐπύθετο αὐτοῦ τὴν ποίησιν , ὑπερησθεὶς τῷ πόματι ἐπείρετο τι τε σιτέεται βασιλεὺς καὶ χρόνον ὁκόσον μακρότατον ἀνὴρ Πέρσης ζώει . οἳ δὲ σιτέεσθαι μὲν τὸν ἄρτον εἶπον , ἐξηγησάμενοι τῶν πυρῶν τὴν φύσιν , ὀγδώκοντα δὲ ἔτεα ζόης πλήρωμα ἀνδρὶ μακρότατον προκεῖσθαι . πρὸς ταῦτα Αἰθίοψ ἔφη οὐδὲν θωμάζειν εἰ σιτεόμενοι κόπρον ἔτεα ὀλίγα ζώουσι · οὐδὲ γὰρ ἂν τοσαῦτα δύνασθαι ζώειν σφέας , εἰ μὴ τῷ πόματι ἀνέφερον , φράζων τοῖσι Ἰχθυοφάγοισι τὸν οἶνον · τούτῳ γὰρ ἑωυτοὺς ὑπὸ Περσέων ἑσσοῦσθαι .
3.23 ἀντειρομένων δὲ τὸν βασιλέα τῶν Ἰχθυοφάγων τῆς ζόης καὶ διαίτης πέρι , ἔτεα μὲν ἐς εἴκοσι καὶ ἑκατὸν τοὺς πολλοὺς αὐτῶν ἀπικνέεσθαι , ὑπερβάλλειν δὲ τινὰς καὶ ταῦτα , σίτησιν δὲ εἶναι κρέα τε ἑφθὰ καὶ πόμα γάλα .