3.20 νόμοισι δὲ καὶ ἄλλοισι χρᾶσθαι αὐτοὺς κεχωρισμένοισι τῶν ἄλλων ἀνθρώπων καὶ δὴ καὶ κατὰ τὴν βασιληίην τοιῷδε · τὸν ἂν τῶν ἀστῶν κρίνωσι μέγιστόν τε εἶναι καὶ κατὰ τὸ μέγαθος ἔχειν τὴν ἰσχύν , τοῦτον ἀξιοῦσι βασιλεύειν .
3.21 ἐς τούτους δὴ ὦν τοὺς ἄνδρας ὡς ἀπίκοντο οἱ Ἰχθυοφάγοι , διδόντες τὰ δῶρα τῷ , βασιλέι αὐτῶν ἔλεγον τάδε . ʹ βασιλεὺς Περσέων Καμβύσης , βουλόμενος φίλος καὶ ξεῖνός τοι γενέσθαι , ἡμέας τε ἀπέπεμψε ἐς λόγους τοι ἐλθεῖν κελεύων , καὶ δῶρα ταῦτά τοι διδοῖ τοῖσι καὶ αὐτὸς μάλιστα ἥδεται χρεώμενος . ʹ δὲ Αἰθίοψ μαθὼν ὅτι κατόπται ἥκοιεν , λέγει πρὸς αὐτοὺς τοιάδε . ʹ οὔτε Περσέων βασιλεὺς δῶρα ὑμέας ἔπεμψε φέροντας προτιμῶν πολλοῦ ἐμοὶ ξεῖνος γενέσθαι , οὔτε ὑμεῖς λέγετε ἀληθέα ʹἥκετε γὰρ κατόπται τῆς ἐμῆς ἀρχῆσ̓ , οὔτε ἐκεῖνος ἀνήρ δίκαιος . εἰ γὰρ ἦν δίκαιος , οὔτ’ ἂν ἐπεθύμησε χώρης ἄλλης τῆς ἑωυτοῦ , οὔτ’ ἂν ἐς δουλοσύνην ἀνθρώπους ἦγε ὑπ’ ὧν μηδὲν ἠδίκηται . νῦν δὲ αὐτῷ τόξον τόδε διδόντες τάδε ἔπεα λέγετε . ʹ ʹ βασιλεὺς Αἰθιόπων συμβουλεύει τῷ Περσέων βασιλέι , ἐπεὰν οὕτω εὐπετέως ἕλκωσι τὰ τόξα Πέρσαι ἐόντα μεγάθεϊ τοσαῦτα , τότε ἐπ’ Αἰθίοπας τοὺς μακροβίους πλήθεϊ ὑπερβαλλόμενον στρατεύεσθαι · μέχρι δὲ τούτου θεοῖσι εἰδέναι χάριν , οἳ οὐκ ἐπὶ νόον τρέπουσι Αἰθιόπων παισὶ γῆν ἄλλην προσκτᾶσθαι τῇ ἑωυτῶν . ʹ