3.18 δὲ τράπεζα τοῦ ἡλίου τοιήδε τις λέγεται εἶναι , λειμὼν ἐστὶ ἐν τῷ προαστείῳ ἐπίπλεος κρεῶν ἑφθῶν πάντων τῶν τετραπόδων , ἐς τὸν τὰς μὲν νύκτας ἐπιτηδεύοντας τιθέναι τὰ κρέα τοὺς ἐν τέλεϊ ἑκάστοτε ἐόντας τῶν ἀστῶν , τὰς δὲ ἡμέρας δαίνυσθαι προσιόντα τὸν βουλόμενον . φάναι δὲ τοὺς ἐπιχωρίους ταῦτα τὴν γῆν αὐτὴν ἀναδιδόναι ἑκάστοτε .
3.19 μὲν δὴ τράπεζα τοῦ ἡλίου καλεομένη λέγεται εἶναι τοιήδε . Καμβύσῃ δὲ ὡς ἔδοξε πέμπειν τοὺς κατασκόπους , αὐτίκα μετεπέμπετο ἐξ Ἐλεφαντίνης πόλιος τῶν Ἰχθυοφάγων ἀνδρῶν τοὺς ἐπισταμένους τὴν Αἰθιοπίδα γλῶσσαν . ἐν δὲ τούτους μετήισαν , ἐν τούτῳ ἐκέλευε ἐπὶ τὴν Καρχηδόνα πλέειν τὸν ναυτικὸν στρατόν . Φοίνικες δὲ οὐκ ἔφασαν ποιήσειν ταῦτα · ὁρκίοισι γὰρ μεγάλοισι ἐνδεδέσθαι , καὶ οὐκ ἂν ποιέειν ὅσια ἐπὶ τοὺς παῖδας τοὺς ἑωυτῶν στρατευόμενοι . Φοινίκων δὲ οὐ βουλομένων οἱ λοιποὶ οὐκ ἀξιόμαχοι ἐγίνοντο . Καρχηδόνιοι μέν νυν οὕτω δουλοσύνην διέφυγον πρὸς Περσέων · Καμβύσης γὰρ βίην οὐκ ἐδικαίου προσφέρειν Φοίνιξι , ὅτι σφέας τε αὐτοὺς ἐδεδώκεσαν Πέρσῃσι καὶ πᾶς ἐκ Φοινίκων ἤρτητο ναυτικὸς στρατός . δόντες δὲ καὶ Κύπριοι σφέας αὐτοὺς Πέρσῃσι ἐστρατεύοντο ἐπ’ Αἴγυπτον .
3.20 ἐπείτε δὲ τῷ Καμβύσῃ ἐκ τῆς Ἐλεφαντίνης ἀπίκοντο οἱ Ἰχθυοφάγοι , ἔπεμπε αὐτοὺς ἐς τοὺς Αἰθίοπας ἐντειλάμενος τὰ λέγειν χρῆν καὶ δῶρα φέροντας πορφύρεόν τε εἷμα καὶ χρύσεον στρεπτὸν περιαυχένιον καὶ ψέλια καὶ μύρου ἀλάβαστρον καὶ φοινικηίου οἴνου κάδον . οἱ δὲ Αἰθίοπες οὗτοι , ἐς τοὺς ἀπέπεμπε Καμβύσης , λέγονται εἶναι μέγιστοι καὶ κάλλιστοι ἀνθρώπων πάντων .