3.16 οὔκων θηρίοισι νόμος οὐδαμῶς σφι ἐστὶ τὸν νέκυν διδόναι , καὶ διὰ ταῦτα ταριχεύουσι , ἵνα μὴ κείμενος ὑπὸ εὐλέων καταβρωθῇ . οὕτω οὐδετέροισι νομιζόμενα ἐνετέλλετο ποιέειν Καμβύσης . ὡς μέντοι , Αἰγύπτιοι λέγουσι , οὐκ Ἄμασις ἦν ταῦτα παθών , ἀλλὰ ἄλλος τις τῶν Αἰγυπτίων ἔχων τὴν αὐτὴν ἡλικίην Ἀμάσι , τῷ λυμαινόμενοι Πέρσαι ἐδόκεον Ἀμάσι λυμαίνεσθαι . λέγουσι γὰρ ὡς πυθόμενος ἐκ μαντηίου Ἄμασις τὰ περὶ ἑωυτὸν ἀποθανόντα μέλλοντα γίνεσθαι , οὕτω δὴ ἀκεόμενος τὰ ἐπιφερόμενα τὸν μὲν ἄνθρωπον τοῦτον τὸν μαστιγωθέντα ἀποθανόντα ἔθαψε ἐπὶ τῇσι θύρῃσι ἐντὸς τῆς ἑωυτοῦ θήκης , ἑωυτὸν δὲ ἐνετείλατο τῷ παιδὶ ἐν μυχῷ τῆς θήκης ὡς μάλιστα θεῖναι . αἱ μέν νυν ἐκ τοῦ Ἀμάσιος ἐντολαὶ αὗται αἱ ἐς τὴν ταφήν τε καὶ τὸν ἄνθρωπον ἔχουσαι οὔ μοι δοκέουσι ἀρχὴν γενέσθαι , ἄλλως δ’ αὐτὰ Αἰγύπτιοι σεμνοῦν .
3.17 μετὰ δὲ ταῦτα Καμβύσης ἐβουλεύσατο τριφασίας στρατηίας , ἐπί τε Καρχηδονίους καὶ ἐπὶ Ἀμμωνίους καὶ ἐπὶ τοὺς μακροβίους Αἰθίοπας , οἰκημένους δὲ Λιβύης ἐπὶ τῇ νοτίῃ θαλάσσῃ · βουλευομένῳ δέ οἱ ἔδοξε ἐπὶ μὲν Καρχηδονίους τὸν ναυτικὸν στρατὸν ἀποστέλλειν , ἐπὶ δὲ Ἀμμωνίους τοῦ πεζοῦ ἀποκρίναντα , ἐπὶ δὲ τοὺς Αἰθίοπας κατόπτας πρῶτον , ὀψομένους τε τὴν ἐν τούτοισι τοῖσι Αἰθίοψι λεγομένην εἶναι ἡλίου τράπεζαν εἰ ἔστι ἀληθέως , καὶ πρὸς ταύτῃ τὰ ἄλλα κατοψομένους , δῶρα δὲ τῷ λόγῳ φέροντας τῷ βασιλέι αὐτῶν .