3.15 πολλοῖσι μέν νυν καὶ ἄλλοισι ἐστὶ σταθμώσασθαι ὅτι τοῦτο οὕτω νενομίκασι ποιέειν , ἐν δὲ καὶ τῷ τε Ἰνάρω παιδὶ Θαννύρᾳ , ὃς ἀπέλαβε τήν οἱ πατὴρ εἶχε ἀρχήν , καὶ τῷ Ἀμυρταίου Παυσίρι · καὶ γὰρ οὗτος ἀπέλαβε τὴν τοῦ πατρὸς ἀρχήν . καίτοι Ἰνάρω γε καὶ Ἀμυρταίου οὐδαμοί κω Πέρσας κακὰ πλέω ἐργάσαντο . νῦν δὲ μηχανώμενος κακὰ Ψαμμήνιτος ἔλαβε τὸν μισθόν · ἀπιστὰς γὰρ Αἰγυπτίους ἥλω · ἐπείτε δὲ ἐπάιστος ἐγένετο ὑπὸ Καμβύσεω , αἷμα ταύρου πιὼν ἀπέθανε παραχρῆμα . οὕτω δὴ οὗτος ἐτελεύτησε .
3.16 Καμβύσης δὲ ἐκ Μέμφιος ἀπίκετο ἐς Σάιν πόλιν , βουλόμενος ποιῆσαι τὰ δὴ καὶ ἐποίησε . ἐπείτε γὰρ ἐσῆλθε ἐς τὰ τοῦ Ἀμάσιος οἰκία , αὐτίκα ἐκέλευε ἐκ τῆς ταφῆς τὸν Ἀμάσιος νέκυν ἐκφέρειν ἔξω · ὡς δὲ ταῦτα ἐπιτελέα ἐγένετο , μαστιγοῦν ἐκέλευε καὶ τὰς τρίχας ἀποτίλλειν καὶ κεντοῦν τε καὶ τἆλλα πάντα λυμαίνεσθαι . ἐπείτε δὲ καὶ ταῦτα ἔκαμον ποιεῦντες ʹὁ γὰρ δὴ νεκρὸς ἅτε τεταριχευμένος ἀντεῖχέ τε καὶ οὐδὲν διεχέετὀ , ἐκέλευσέ μιν Καμβύσης κατακαῦσαι , ἐντελλόμενος οὐκ ὅσια · Πέρσαι γὰρ θεὸν νομίζουσι εἶναι πῦρ . τὸ ὦν κατακαίειν γε τοὺς νεκροὺς οὐδαμῶς ἐν νόμῳ οὐδετέροισι ἐστί , Πέρσῃσι μὲν δι’ περ εἴρηται , θεῷ οὐ δίκαιον εἶναι λέγοντες νέμειν νεκρὸν ἀνθρώπου · Αἰγυπτίοισι δὲ νενόμισται πῦρ θηρίον εἶναι ἔμψυχον , πάντα δὲ αὐτὸ κατεσθίειν τά περ ἂν λάβῃ , πλησθὲν δὲ αὐτὸ τῆς βορῆς συναποθνήσκειν τῷ κατεσθιομένῳ .