3.14 ʹ δεσπότης σε Καμβύσης , Ψαμμήνιτε , εἰρωτᾷ δι’ τι δὴ τὴν μὲν θυγατέρα ὁρέων κεκακωμένην καὶ τὸν παῖδα ἐπὶ θάνατον στείχοντα οὔτε ἀνέβωσας οὔτε ἀπέκλαυσας , τὸν δὲ πτωχὸν οὐδὲν σοὶ προσήκοντα , ὡς ἄλλων πυνθάνεται , ἐτίμησας . ʹ μὲν δὴ ταῦτα ἐπειρώτα , δ’ ἀμείβετο τοῖσιδε . ʹ παῖ Κύρου , τὰ μὲν οἰκήια ἦν μέζω κακὰ ὥστε ἀνακλαίειν , τὸ δὲ τοῦ ἑταίρου πένθος ἄξιον ἦν δακρύων , ὃς ἐκ πολλῶν τε καὶ εὐδαιμόνων ἐκπεσὼν ἐς πτωχηίην ἀπῖκται ἐπὶ γήραος οὐδῷ . ʹ καὶ ταῦτα ὡς ἀπενειχθέντα ὑπὸ τούτου εὖ δοκέειν σφι εἰρῆσθαι , ὡς [ δὲ ] λέγεται ὑπ’ Αἰγυπτίων , δακρύειν μὲν Κροῖσον ʹἐτετεύχεε γὰρ καὶ οὗτος ἐπισπόμενος Καμβύσῃ ἐπ’ Αἴγυπτουσ̓ , δακρύειν δὲ Περσέων τοὺς παρεόντας · αὐτῷ τε Καμβύσῃ ἐσελθεῖν οἶκτον τινά , καὶ αὐτίκα κελεύειν τόν τέ οἱ παῖδα ἐκ τῶν ἀπολλυμένων σώζειν καὶ αὐτὸν ἐκ τοῦ προαστείου ἀναστήσαντας ἄγειν παρ’ ἑωυτόν .
3.15 τὸν μὲν δὴ παῖδα εὗρον αὐτοῦ οἱ μετιόντες οὐκέτι περιεόντα ἀλλὰ πρῶτον κατακοπέντα , αὐτὸν δὲ Ψαμμήνιτον ἀναστήσαντες ἦγον παρὰ Καμβύσεα · ἔνθα τοῦ λοιποῦ διαιτᾶτο ἔχων οὐδὲν βίαιον . εἰ δὲ καὶ ἠπιστήθη μὴ πολυπρηγμονέειν , ἀπέλαβε ἂν Αἴγυπτον ὥστε ἐπιτροπεύειν αὐτῆς , ἐπεὶ τιμᾶν ἐώθασι Πέρσαι τῶν βασιλέων τοὺς παῖδας · τῶν , εἰ καὶ σφέων ἀποστέωσι , ὅμως τοῖσί γε παισὶ αὐτῶν ἀποδιδοῦσι τὴν ἀρχήν .