3.14 στείλας αὐτοῦ τὴν θυγατέρα ἐσθῆτι δουληίῃ ἐξέπεμπε ἐπ’ ὕδωρ ἔχουσαν ὑδρήιον , συνέπεμπε δὲ καὶ ἄλλας παρθένους ἀπολέξας ἀνδρῶν τῶν πρώτων , ὁμοίως ἐσταλμένας τῇ τοῦ βασιλέος . ὡς δὲ βοῇ τε καὶ κλαυθμῷ παρήισαν αἱ παρθένοι παρὰ τοὺς πατέρας , οἱ μὲν ἄλλοι πάντες ἀντεβόων τε καὶ ἀντέκλαιον ὁρῶντες τὰ τέκνα κεκακωμένα , δὲ Ψαμμήνιτος προϊδὼν καὶ μαθὼν ἔκυψε ἐς τὴν γῆν . παρελθουσέων δὲ τῶν ὑδροφόρων , δεύτερά οἱ τὸν παῖδα ἔπεμπε μετ’ ἄλλων Αἰγυπτίων δισχιλίων τὴν αὐτὴν ἡλικίην ἐχόντων , τούς τε αὐχένας κάλῳ δεδεμένους καὶ τὰ στόματα ἐγκεχαλινωμένους · ἤγοντο δὲ ποινὴν τίσοντες Μυτιληναίων τοῖσι ἐν Μέμφι ἀπολομένοισι σὺν τῇ νηί . ταῦτα γὰρ ἐδίκασαν οἱ βασιλήιοι δικασταί , ὑπὲρ ἀνδρὸς ἑκάστου δέκα Αἰγυπτίων τῶν πρώτων ἀνταπόλλυσθαι . δὲ ἰδὼν παρεξιόντας καὶ μαθὼν τὸν παῖδα ἡγεόμενον ἐπὶ θάνατον , τῶν ἄλλων Αἰγυπτίων τῶν περικατημένων αὐτὸν κλαιόντων καὶ δεινὰ ποιεύντων , τὠυτὸ ἐποίησε τὸ καὶ ἐπὶ τῇ θυγατρί . παρελθόντων δὲ καὶ τούτων , συνήνεικε ὥστε τῶν συμποτέων οἱ ἄνδρα ἀπηλικέστερον , ἐκπεπτωκότα ἐκ τῶν ἐόντων ἔχοντά τε οὐδὲν εἰ μὴ ὅσα πτωχὸς καὶ προσαιτέοντα τὴν στρατιήν , παριέναι Ψαμμήνιτόν τε τὸν Ἀμάσιος καὶ τοὺς ἐν τῷ προαστείῳ κατημένους Αἰγυπτίων . δὲ Ψαμμήνιτος ὡς εἶδε , ἀνακλαύσας μέγα καὶ καλέσας ὀνομαστὶ τὸν ἑταῖρον ἐπλήξατο τὴν κεφαλήν . ἦσαν δ’ ἄρα αὐτοῦ φύλακοι , οἳ τὸ ποιεύμενον πᾶν ἐξ ἐκείνου ἐπ’ ἑκάστῃ ἐξόδῳ Καμβύσῃ ἐσήμαινον . θωμάσας δὲ Καμβύσης τὰ ποιεύμενα , πέμψας ἄγγελον εἰρώτα αὐτὸν λέγων τάδε .