3.12 τούτοισι μὲν δὴ τοῦτο ἐστὶ αἴτιον ἰσχυρὰς φορέειν τὰς κεφαλάς , τοῖσι δὲ Πέρσῃσι ὅτι ἀσθενέας φορέουσι τὰς κεφαλὰς αἴτιον τόδε · σκιητροφέουσι ἐξ ἀρχῆς πίλους τιάρας φορέοντες . ταῦτα μέν νυν τοιαῦτα · εἶδον δὲ καὶ ἄλλα ὅμοια τούτοισι ἐν Παπρήμι τῶν ἅμα Ἀχαιμένεϊ τῷ Δαρείου διαφθαρέντων ὑπὸ Ἰνάρω τοῦ Λίβυος .
3.13 οἱ δὲ Αἰγύπτιοι ἐκ τῆς μάχης ὡς ἐτράποντο , ἔφευγον οὐδενὶ κόσμῳ · κατειληθέντων δὲ ἐς Μέμφιν , ἔπεμπε ἀνὰ ποταμὸν Καμβύσης νέα Μυτιληναίην κήρυκα ἄγουσαν ἄνδρα Πέρσην , ἐς ὁμολογίην προκαλεόμενος Αἰγυπτίους . οἳ δὲ ἐπείτε τὴν νέα εἶδον ἐσελθοῦσαν ἐς τὴν Μέμφιν , ἐκχυθέντες ἁλέες ἐκ τοῦ τείχεος τήν τε νέα διέφθειραν καὶ τοὺς ἄνδρας κρεουργηδὸν διασπάσαντες ἐφόρεον ἐς τὸ τεῖχος . καὶ Αἰγύπτιοι μὲν μετὰ τοῦτο πολιορκεύμενοι χρόνῳ παρέστησαν , οἱ δὲ προσεχέες Λίβυες δείσαντες τὰ περὶ τὴν Αἴγυπτον γεγονότα παρέδοσαν σφέας αὐτοὺς ἀμαχητὶ καὶ φόρον τε ἐτάξαντο καὶ δῶρα ἔπεμπον . ὣς δὲ Κυρηναῖοι καὶ Βαρκαῖοι , δείσαντες ὁμοίως καὶ οἱ Λίβυες , τοιαῦτα ἐποίησαν . Καμβύσης δὲ τὰ μὲν παρὰ Λιβύων ἐλθόντα δῶρα φιλοφρόνως ἐδέξατο · τὰ δὲ παρὰ Κυρηναίων ἀπικόμενα μεμφθείς , ὡς ἐμοὶ δοκέει , ὅτι ἦν ὀλίγα · ἔπεμψαν γὰρ δὴ πεντακοσίας μνέας ἀργυρίου οἱ Κυρηναῖοι · ταύτας δρασσόμενος αὐτοχειρίῃ διέσπειρε τῇ στρατιῇ .
3.14 ἡμέρῃ δὲ δεκάτῃ ἀπ’ ἧς παρέλαβε τὸ τεῖχος τὸ ἐν Μέμφι Καμβύσης , κατίσας ἐς τὸ προάστειον ἐπὶ λύμῃ τὸν βασιλέα τῶν Αἰγυπτίων Ψαμμήνιτον , βασιλεύσαντα μῆνας ἕξ , τοῦτον κατίσας σὺν ἄλλοισι Αἰγυπτίοισι διεπειρᾶτο αὐτοῦ τῆς ψυχῆς ποιέων τοιάδε ·