3.11 οἱ δὲ Πέρσαι ἐπείτε διεξελάσαντες τὴν ἄνυδρον ἵζοντο πέλας τῶν Αἰγυπτίων ὡς συμβαλέοντες , ἐνθαῦτα οἱ ἐπίκουροι οἱ τοῦ Αἰγυπτίου , ἐόντες ἄνδρες Ἕλληνές τε καὶ Κᾶρες , μεμφόμενοι τῷ Φάνῃ ὅτι στρατὸν ἤγαγε ἐπ’ Αἴγυπτον ἀλλόθροον , μηχανῶνται πρῆγμα ἐς αὐτὸν τοιόνδε . ἦσαν τῷ Φάνῃ παῖδες ἐν Αἰγύπτῳ καταλελειμμένοι · τοὺς ἀγαγόντες ἐς τὸ στρατόπεδον καὶ ἐς ὄψιν τοῦ πατρὸς κρητῆρα ἐν μέσῳ ἔστησαν ἀμφοτέρων τῶν στρατοπέδων , μετὰ δὲ ἀγινέοντες κατὰ ἕνα ἕκαστον τῶν παίδων ἔσφαζον ἐς τὸν κρητῆρα · διὰ πάντων δὲ διεξελθόντες τῶν παίδων οἶνόν τε καὶ ὕδωρ ἐσεφόρεον ἐς αὐτόν , ἐμπιόντες δὲ τοῦ αἵματος πάντες οἱ ἐπίκουροι οὕτω δὴ συνέβαλον . μάχης δὲ γενομένης καρτερῆς καὶ πεσόντων ἐξ ἀμφοτέρων τῶν στρατοπέδων πλήθεϊ πολλῶν ἐτράποντο οἱ Αἰγύπτιοι .
3.12 θῶμα δὲ μέγα εἶδον πυθόμενος παρὰ τῶν ἐπιχωρίων · τῶν γὰρ ὀστέων περικεχυμένων χωρὶς ἑκατέρων τῶν ἐν τῇ μάχῃ ταύτῃ πεσόντων ʹχωρὶς μὲν γὰρ τῶν Περσέων ἔκειτο τὰ ὀστέα , ὡς ἐχωρίσθη κατ’ ἀρχάς , ἑτέρωθι δὲ τῶν Αἰγυπτίων̓ , αἱ μὲν τῶν Περσέων κεφαλαί εἰσι ἀσθενέες οὕτω ὥστε , εἰ θέλεις ψήφῳ μούνῃ βαλεῖν , διατετρανέεις , αἱ δὲ τῶν Αἰγυπτίων οὕτω δή τι ἰσχυραί , μόγις ἂν λίθῳ παίσας διαρρήξειας . αἴτιον δὲ τούτου τόδε ἔλεγον , καὶ ἐμέ γ’ εὐπετέως ἔπειθον , ὅτι Αἰγύπτιοι μὲν αὐτίκα ἀπὸ παιδίων ἀρξάμενοι ξυρῶνται τὰς κεφαλὰς καὶ πρὸς τὸν ἥλιον παχύνεται τὸ ὀστέον . τὠυτὸ δὲ τοῦτο καὶ τοῦ μὴ φαλακροῦσθαι αἴτιον ἐστί · Αἰγυπτίων γὰρ ἄν τις ἐλαχίστους ἴδοιτο φαλακροὺς πάντων ἀνθρώπων .