3.9 οὗτος μὲν πιθανώτερος τῶν λόγων εἴρηται , δεῖ δὲ καὶ τὸν ἧσσον πιθανόν , ἐπεί γε δὴ λέγεται , ῥηθῆναι . ποταμός ἐστι μέγας ἐν τῇ Ἀραβίῃ τῷ οὔνομα Κόρυς , ἐκδιδοῖ δὲ οὗτος ἐς τὴν Ἐρυθρὴν καλεομένην θάλασσαν · ἀπὸ τούτου δὴ ὦν τοῦ ποταμοῦ λέγεται τὸν βασιλέα τῶν Ἀραβίων , ῥαψάμενον τῶν ὠμοβοέων καὶ τῶν ἄλλων δερμάτων ὀχετὸν μήκεϊ ἐξικνεύμενον ἐς τὴν ἄνυδρον , ἀγαγεῖν διὰ δὴ τούτων τὸ ὕδωρ , ἐν δὲ τῇ , ἀνύδρῳ μεγάλας δεξαμενὰς ὀρύξασθαι , ἵνα δεκόμεναι τὸ ὕδωρ σώζωσι . ὁδὸς δ’ ἐστὶ δυώδεκα ἡμερέων ἀπὸ τοῦ ποταμοῦ ἐς ταύτην τὴν ἄνυδρον . ἄγειν δέ μιν δι’ ὀχετῶν τριῶν ἐς τριξὰ χωρία .
3.10 ἐν δὲ τῷ Πηλουσίῳ καλεομένῳ στόματι τοῦ Νείλου ἐστρατοπεδεύετο Ψαμμήνιτος Ἀμάσιος παῖς ὑπομένων Καμβύσεα . Ἄμασιν γὰρ οὐ κατέλαβε ζῶντα Καμβύσης ἐλάσας ἐπ’ Αἴγυπτον , ἀλλὰ βασιλεύσας Ἄμασις τέσσερα καὶ τεσσεράκοντα ἔτεα ἀπέθανε , ἐν τοῖσι οὐδέν οἱ μέγα ἀνάρσιον πρῆγμα συνηνείχθη · ἀποθανὼν δὲ καὶ ταριχευθεὶς ἐτάφη ἐν τῇσι ταφῇσι ἐν τῷ ἱρῷ , τὰς αὐτὸς οἰκοδομήσατο . ἐπὶ Ψαμμηνίτου δὲ τοῦ Ἀμάσιος βασιλεύοντος Αἰγύπτου φάσμα Αἰγυπτίοισι μέγιστον δὴ ἐγένετο · ὕσθησαν γὰρ Θῆβαι αἱ Αἰγύπτιαι , οὔτε πρότερον οὐδαμὰ ὑσθεῖσαι οὔτε ὕστερον τὸ μέχρι ἐμεῦ , ὡς λέγουσι αὐτοὶ Θηβαῖοι · οὐ γὰρ δὴ ὕεται τὰ ἄνω τῆς Αἰγύπτου τὸ παράπαν · ἀλλὰ καὶ τότε ὕσθησαν αἱ Θῆβαι ψακάδι .