3.7 τότε δὲ οὐκ ἐόντος κω ὕδατος ἑτοίμου , Καμβύσης πυθόμενος τοῦ Ἁλικαρνησσέος ξείνου , πέμψας παρὰ τὸν Ἀράβιον ἀγγέλους καὶ δεηθεὶς τῆς ἀσφαλείης ἔτυχε , πίστις δούς τε καὶ δεξάμενος παρ’ αὐτοῦ .
3.8 σέβονται δὲ Ἀράβιοι πίστις ἀνθρώπων ὅμοια τοῖσι μάλιστα , ποιεῦνται δὲ αὐτὰς τρόπῳ τοιῷδε · τῶν βουλομένων τὰ πιστὰ ποιέεσθαι ἄλλος ἀνήρ , ἀμφοτέρων αὐτῶν ἐν μέσῳ ἑστεώς , λίθῳ ὀξέι τὸ ἔσω τῶν χειρῶν παρὰ τοὺς δακτύλους τοὺς μεγάλους ἐπιτάμνει τῶν ποιευμένων τὰς πίστις , καὶ ἔπειτα λαβὼν ἐκ τοῦ ἱματίου ἑκατέρου κροκύδα ἀλείφει τῷ αἵματι ἐν μέσῳ κειμένους λίθους ἑπτά · τοῦτο δὲ ποιέων ἐπικαλέει τε τὸν Διόνυσον καὶ τὴν Οὐρανίην . ἐπιτελέσαντος δὲ τούτου ταῦτα , τὰς πίστις ποιησάμενος τοῖσι φίλοισι παρεγγυᾷ τὸν ξεῖνον καὶ τὸν ἀστόν , ἢν πρὸς ἀστὸν ποιέηται · οἱ δὲ φίλοι καὶ αὐτοὶ τὰς πίστις δικαιεῦσι σέβεσθαι . Διόνυσον δὲ θεῶν μοῦνον καὶ τὴν Οὐρανίην ἡγέονται εἶναι , καὶ τῶν τριχῶν τὴν κουρὴν κείρεσθαι φασὶ κατά περ αὐτὸν τὸν Διόνυσον κεκάρθαι · κείρονται δὲ περιτρόχαλα , ὑποξυρῶντες τοὺς κροτάφους . ὀνομάζουσι δὲ τὸν μὲν Διόνυσον Ὀροτάλτ , τὴν δὲ Οὐρανίην Ἀλιλάτ .
3.9 ἐπεὶ ὦν τὴν πίστιν τοῖσι ἀγγέλοισι τοῖσι παρὰ Καμβύσεω ἀπιγμένοισι ἐποιήσατο Ἀράβιος , ἐμηχανᾶτο τοιάδε · ἀσκοὺς καμήλων πλήσας , ὕδατος ἐπέσαξε ἐπὶ τὰς ζωὰς τῶν καμήλων πάσας , τοῦτο δὲ ποιήσας ἤλασε ἐς τὴν ἄνυδρον καὶ ὑπέμενε ἐνθαῦτα τὸν Καμβύσεω στρατόν .