3.5 ἀπὸ δὲ Καδύτιος ἐούσης πόλιος , ὡς ἐμοὶ δοκέει , Σαρδίων οὐ πολλῷ ἐλάσσονος , ἀπὸ ταύτης τὰ ἐμπόρια τὰ ἐπὶ θαλάσσης μέχρι Ἰηνύσου πόλιος ἐστὶ τοῦ Ἀραβίου , ἀπὸ δὲ Ἰηνύσου αὖτις Σύρων μέχρι Σερβωνίδος λίμνης , παρ’ ἣν δὴ τὸ Κάσιον ὄρος τείνει ἐς θάλασσαν · ἀπὸ δὲ Σερβωνίδος λίμνης , ἐν τῇ δὴ λόγος τὸν Τυφῶ κεκρύφθαι , ἀπὸ ταύτης ἤδη Αἴγυπτος . τὸ δὴ μεταξὺ Ἰηνύσου πόλιος καὶ Κασίου τε ὄρεος καὶ τῆς Σερβωνίδος λίμνης , ἐὸν τοῦτο οὐκ ὀλίγον χωρίον ἀλλὰ ὅσον τε ἐπὶ τρεῖς ἡμέρας ὁδόν , ἄνυδρον ἐστὶ δεινῶς .
3.6 τὸ δὲ ὀλίγοι τῶν ἐς Αἴγυπτον ναυτιλλομένων ἐννενώκασι , τοῦτο ἔρχομαι φράσων . ἐς Αἴγυπτον ἐκ τῆς Ἑλλάδος πάσης καὶ πρὸς ἐκ Φοινίκης κέραμος ἐσάγεται πλήρης οἴνου δὶς τοῦ ἔτεος ἑκάστου , καὶ ἓν κεράμιον οἰνηρὸν ἀριθμῷ κεινὸν οὐκ ἔστι ὡς λόγῳ εἰπεῖν ἰδέσθαι . κοῦ δῆτα , εἴποι τις ἄν , ταῦτα ἀναισιμοῦται ; ἐγὼ καὶ τοῦτο φράσω · δεῖ τὸν μὲν δήμαρχον ἕκαστον ἐκ τῆς ἑωυτοῦ πόλιος συλλέξαντα πάντα τὸν κέραμον ἄγειν ἐς Μέμφιν , τοὺς δὲ ἐκ Μέμφιος ἐς ταῦτα δὴ τὰ ἄνυδρα τῆς Συρίης κομίζειν πλήσαντας ὕδατος . οὕτω ἐπιφοιτέων κέραμος καὶ ἐξαιρεόμενος ἐν Αἰγύπτῳ ἐπὶ τὸν παλαιὸν κομίζεται ἐς Συρίην .
3.7 οὕτω μέν νυν Πέρσαι εἰσὶ οἱ τὴν ἐσβολὴν ταύτην παρασκευάσαντες ἐς Αἴγυπτον , κατὰ δὴ τὰ εἰρημένα σάξαντες ὕδατι , ἐπείτε τάχιστα παρέλαβον Αἴγυπτον .