3.3 ʹ τοιγάρ τοι μῆτερ , ἐπεὰν ἐγὼ γένωμαι ἀνήρ , Αἰγύπτου τὰ μὲν ἄνω κάτω θήσω , τὰ δὲ κάτω ἄνω . ʹ ταῦτα εἰπεῖν αὐτὸν ἔτεα ὡς δέκα κου γεγονότα , καὶ τὰς γυναῖκας ἐν θώματι γενέσθαι · τὸν δὲ διαμνημονεύοντα οὕτω δή , ἐπείτε ἀνδρώθη καὶ ἔσχε τὴν βασιληίην , ποιήσασθαι τὴν ἐπ’ Αἴγυπτον στρατηίην .
3.4 συνήνεικε δὲ καὶ ἄλλο τι τοιόνδε πρῆγμα γενέσθαι ἐς τὴν ἐπιστράτευσιν ταύτην . ἦν τῶν ἐπικούρων Ἀμάσιος ἀνὴρ γένος μὲν Ἁλικαρνησσεύς , οὔνομα δέ οἱ Φάνης , καὶ γνώμην ἱκανὸς καὶ τὰ πολεμικὰ ἄλκιμος . οὗτος Φάνης μεμφόμενός κού τι Ἀμάσι ἐκδιδρήσκει πλοίῳ ἐξ Αἰγύπτου , βουλόμενος Καμβύσῃ ἐλθεῖν ἐς λόγους . οἷα δὲ ἐόντα αὐτὸν ἐν τοῖσι ἐπικούροισι λόγου οὐ σμικροῦ ἐπιστάμενόν τε τὰ περὶ Αἴγυπτον ἀτρεκέστατα , μεταδιώκει Ἄμασις σπουδὴν ποιεύμενος ἑλεῖν , μεταδιώκει δὲ τῶν εὐνούχων τὸν πιστότατον ἀποστείλας τριήρεϊ κατ’ αὐτόν , ὃς αἱρέει μιν ἐν Λυκίῃ , ἑλὼν δὲ οὐκ ἀνήγαγε ἐς Αἴγυπτον · σοφίῃ γάρ μιν περιῆλθε Φάνης · καταμεθύσας γὰρ τοὺς φυλάκους ἀπαλλάσσετο ἐς Πέρσας . ὁρμημένῳ δὲ στρατεύεσθαι Καμβύσῃ ἐπ’ Αἴγυπτον καὶ ἀπορέοντι τὴν ἔλασιν , ὅκως τὴν ἄνυδρον διεκπερᾷ , ἐπελθὼν φράζει μὲν καὶ τὰ ἄλλα τὰ Ἀμάσιος πρήγματα , ἐξηγέεται δὲ καὶ τὴν ἔλασιν , ὧδε παραινέων , πέμψαντα παρὰ τὸν Ἀραβίων βασιλέα δέεσθαι τὴν διέξοδόν οἱ ἀσφαλέα παρασχεῖν .
3.5 μούνῃ δὲ ταύτῃ εἰσὶ φανεραὶ ἐσβολαὶ ἐς Αἴγυπτον . ἀπὸ γὰρ Φοινίκης μέχρι οὔρων τῶν Καδύτιος πόλιος ἐστὶ Σύρων τῶν Παλαιστίνων καλεομένων ·