3.1 τοῦτο δὴ τὸ ἔπος καὶ αὕτη αἰτίη ἐγγενομένη ἤγαγε Καμβύσεα τὸν Κύρου μεγάλως θυμωθέντα ἐπ’ Αἴγυπτον .
3.2 οὕτω μέν νυν λέγουσι Πέρσαι . Αἰγύπτιοι δὲ οἰκηιοῦνται Καμβύσεα , φάμενοί μιν ἐκ ταύτης δὴ τῆς Ἀπρίεω θυγατρὸς γενέσθαι · Κῦρον γὰρ εἶναι τὸν πέμψαντα παρὰ Ἄμασιν ἐπὶ τὴν θυγατέρα , ἀλλ’ οὐ Καμβύσεα . λέγοντες δὲ ταῦτα οὐκ ὀρθῶς λέγουσι . οὐ μὲν οὐδὲ λέληθε αὐτούς ʹεἰ γὰρ τινὲς καὶ ἄλλοι , τὰ Περσέων νόμιμα ἐπιστέαται καὶ Αἰγύπτιοἰ ὅτι πρῶτα μὲν νόθον οὔ σφι νόμος ἐστὶ βασιλεῦσαι γνησίου παρεόντος , αὖτις δὲ ὅτι Κασσανδάνης τῆς Φαρνάσπεω θυγατρὸς ἦν παῖς Καμβύσης , ἀνδρὸς Ἀχαιμενίδεω , ἀλλ’ οὐκ ἐκ τῆς Αἰγυπτίης . ἀλλὰ παρατρέπουσι τὸν λόγον προσποιεύμενοι τῇ Κύρου οἰκίῃ συγγενέες εἶναι .
3.3 καὶ ταῦτα μὲν ὧδε ἔχει . λέγεται δὲ καὶ ὅδε λόγος , ἐμοὶ μὲν οὐ πιθανός , ὡς τῶν Περσίδων γυναικῶν ἐσελθοῦσά τις παρὰ τὰς Κύρου γυναῖκας , ὡς εἶδε τῇ Κασσανδάνῃ παρεστεῶτα τέκνα εὐειδέα τε καὶ μεγάλα , πολλῷ ἐχρᾶτο τῷ ἐπαίνῳ ὑπερθωμάζουσα , δὲ Κασσανδάνη ἐοῦσα τοῦ Κύρου γυνὴ εἶπε τάδε · ʹ τοιῶνδε μέντοι ἐμὲ παίδων μητέρα ἐοῦσαν Κῦρος ἐν ἀτιμίῃ ἔχει , τὴν δὲ ἀπ’ Αἰγύπτου ἐπίκτητον ἐν τιμῇ τίθεται . ʹ τὴν μὲν ἀχθομένην τῇ Νιτήτι εἰπεῖν ταῦτα , τῶν δέ οἱ παίδων τὸν πρεσβύτερον εἰπεῖν Καμβύσεα ·