3.1 ἐπὶ τοῦτον δὴ τὸν Ἄμασιν Καμβύσης Κύρου ἐστρατεύετο , ἄγων καί ἄλλους τῶν ἦρχε καὶ Ἑλλήνων Ἴωνάς τε καὶ Αἰολέας , δι’ αἰτίην τοιήνδε . πέμψας Καμβύσης ἐς Αἴγυπτον κήρυκα αἴτεε Ἄμασιν θυγατέρα , αἴτεε δὲ ἐκ βουλῆς ἀνδρὸς Αἰγυπτίου , ὃς μεμφόμενος Ἄμασιν ἔπρηξε ταῦτα ὅτι μιν ἐξ ἁπάντων τῶν ἐν Αἰγύπτῳ ἰητρῶν ἀποσπάσας ἀπὸ γυναικός τε καὶ τέκνων ἔκδοτον ἐποίησε ἐς Πέρσας , ὅτε Κῦρος πέμψας παρὰ Ἄμασιν αἴτεε ἰητρὸν ὀφθαλμῶν ὃς εἴη ἄριστος τῶν ἐν Αἰγύπτῳ . ταῦτα δὴ ἐπιμεμφόμενος Αἰγύπτιος ἐνῆγε τῇ συμβουλῇ κελεύων αἰτέειν τὸν Καμβύσεα Ἄμασιν θυγατέρα , ἵνα δοὺς ἀνιῷτο μὴ δοὺς Καμβύσῃ ἀπέχθοιτο . δὲ Ἄμασις τῇ δυνάμι τῶν Περσέων ἀχθόμενος καὶ ἀρρωδέων οὐκ εἶχε οὔτε δοῦναι οὔτε ἀρνήσασθαι · εὖ γὰρ ἠπίστατο ὅτι οὐκ ὡς γυναῖκά μιν ἔμελλε Καμβύσης ἕξειν ἀλλ’ ὡς παλλακήν . ταῦτα δὴ ἐκλογιζόμενος ἐποίησε τάδε . ἦν Ἀπρίεω τοῦ προτέρου βασιλέος θυγάτηρ κάρτα μεγάλη τε καὶ εὐειδὴς μούνη τοῦ οἴκου λελειμμένη , οὔνομα δέ οἱ ἦν Νίτητις · ταύτην δὴ τὴν παῖδα Ἄμασις κοσμήσας ἐσθῆτί τε καὶ χρυσῷ ἀποπέμπει ἐς Πέρσας ὡς ἑωυτοῦ θυγατέρα . μετὰ δὲ χρόνον ὥς μιν ἠσπάζετο πατρόθεν ὀνομάζων , λέγει πρὸς αὐτὸν παῖς ʹ βασιλεῦ , διαβεβλημένος ὑπὸ Ἀμάσιος οὐ μανθάνεις . ὃς ἐμὲ σοὶ κόσμῳ ἀσκήσας ἀπέπεμψε ὡς ἑωυτοῦ θυγατέρα διδούς , ἐοῦσαν τῇ ἀληθείῃ Ἀπρίεω , τὸν ἐκεῖνος ἐόντα ἑωυτοῦ δεσπότεα μετ’ Αἰγυπτίων ἐπαναστὰς ἐφόνευσε . ʹ