2.182 ἐς μέν νυν Σάμον ἀνέθηκε κατὰ ξεινίην τὴν ἑωυτοῦ τε καὶ Πολυκράτεος τοῦ Αἰάκεος , ἐς δὲ Λίνδον ξεινίης μὲν οὐδεμιῆς εἵνεκεν , ὅτι δὲ τὸ ἱρὸν τὸ ἐν Λίνδῳ τὸ τῆς Ἀθηναίης λέγεται τὰς Δαναοῦ θυγατέρας ἱδρύσασθαι προσσχούσας , ὅτε ἀπεδίδρησκον τοὺς Αἰγύπτου παῖδας . ταῦτα μὲν ἀνέθηκε Ἄμασις , εἷλε δὲ Κύπρον πρῶτος ἀνθρώπων καὶ κατεστρέψατο ἐς φόρου ἀπαγωγήν .