2.181 δὲ Λαδίκη , ἐπείτε οἱ ἀρνευμένῃ οὐδὲν ἐγίνετο πρηΰτερος Ἄμασις , εὔχεται ἐν τῷ νόῳ τῇ Ἀφροδίτῃ , ἤν οἱ ὑπ’ ἐκείνην τὴν νύκτα μιχθῇ Ἄμασις , τοῦτο γάρ οἱ κακοῦ εἶναι μῆχος , ἄγαλμά οἱ ἀποπέμψειν ἐς Κυρήνην . μετὰ δὲ τὴν εὐχὴν αὐτίκα οἱ ἐμίχθη Ἄμασις . καὶ τὸ ἐνθεῦτεν ἤδη , ὁκότε ἔλθοι Ἄμασις πρὸς αὐτήν , ἐμίσγετο , καὶ κάρτα μιν ἔστερξε μετὰ τοῦτο . δὲ Λαδίκη ἀπέδωκε τὴν εὐχὴν τῇ θεῷ · ποιησαμένη γὰρ ἄγαλμα ἀπέπεμψε ἐς Κυρήνην , τὸ ἔτι καὶ ἐς ἐμὲ ἦν σόον , ἔξω τετραμμένον τοῦ Κυρηναίων ἄστεος . ταύτην τὴν Λαδίκην , ὡς ἐπεκράτησε Καμβύσης Αἰγύπτου καὶ ἐπύθετο αὐτῆς ἥτις εἴη , ἀπέπεμψε ἀσινέα ἐς Κυρήνην .
2.182 ἀνέθηκε δὲ καὶ ἀναθήματα Ἄμασις ἐς τὴν Ἑλλάδα , τοῦτο μὲν ἐς Κυρήνην ἄγαλμα ἐπίχρυσον Ἀθηναίης καὶ εἰκόνας ἑωυτοῦ γραφῇ εἰκασμένην , τοῦτο δὲ τῇ ἐν Λίνδῳ Ἀθηναίῃ δύο τε ἀγάλματα λίθινα καὶ θώρηκα λίνεον ἀξιοθέητον , τοῦτο δ’ ἐς Σάμον τῇ Ἥρῃ εἰκόνας ἑωυτοῦ διφασίας ξυλίνας , αἳ ἐν τῷ νηῷ τῷ μεγάλῳ ἱδρύατο ἔτι καὶ τὸ μέχρι ἐμεῦ , ὄπισθε τῶν θυρέων .