2.179 ἦν δὲ τὸ παλαιὸν μούνη Ναύκρατις ἐμπόριον καὶ ἄλλο οὐδὲν Αἰγύπτου · εἰ δέ τις ἐς τῶν τι ἄλλο στομάτων τοῦ Νείλου ἀπίκοιτο , χρῆν ὀμόσαι μὴ μὲν ἑκόντα ἐλθεῖν , ἀπομόσαντα δὲ τῇ νηὶ αὐτῇ πλέειν ἐς τὸ Κανωβικόν · εἰ μή γε οἷά τε εἴη πρὸς ἀνέμους ἀντίους πλέειν , τὰ φορτία ἔδεε περιάγειν ἐν βάρισι περὶ τὸ Δέλτα , μέχρι οὗ ἀπίκοιτο ἐς Ναύκρατιν . οὕτω μὲν δὴ Ναύκρατις ἐτετίμητο .
2.180 ἀμφικτυόνων δὲ μισθωσάντων τὸν ἐν Δελφοῖσι νῦν ἐόντα νηὸν τριηκοσίων ταλάντων ἐξεργάσασθαι ʹὁ γὰρ πρότερον ἐὼν αὐτόθι αὐτόματος κατεκάἠ , τοὺς Δελφοὺς δὴ ἐπέβαλλε τεταρτημόριον τοῦ μισθώματος παρασχεῖν . πλανώμενοι δὲ οἱ Δελφοὶ περὶ τὰς πόλις ἐδωτίναζον , ποιεῦντες δὲ τοῦτο οὐκ ἐλάχιστον ἐξ Αἰγύπτου ἠνείκαντο · Ἄμασις μὲν γάρ σφι ἔδωκε χίλια στυπτηρίης τάλαντα , οἱ δὲ ἐν Αἰγύπτῳ οἰκέοντες Ἕλληνες εἴκοσι μνέας .
2.181 Κυρηναίοισι δὲ Ἄμασις φιλότητά τε καὶ συμμαχίην συνεθήκατο , ἐδικαίωσε δὲ καὶ γῆμαι αὐτόθεν , εἴτ’ ἐπιθυμήσας Ἑλληνίδος γυναικὸς εἴτε καὶ ἄλλως φιλότητος Κυρηναίων εἵνεκα · γαμέει δὲ ὦν οἳ μὲν λέγουσι Βάττου οἳ δ’ Ἀρκεσίλεω θυγατέρα , οἳ δὲ Κριτοβούλου ἀνδρὸς τῶν ἀστῶν δοκίμου , τῇ οὔνομα ἦν Λαδίκη · τῇ ἐπείτε συγκλίνοιτο Ἄμασις , μίσγεσθαι οὐκ οἷός τε ἐγίνετο , τῇσι δὲ ἄλλῃσι γυναιξὶ ἐχρᾶτο . ἐπείτε δὲ πολλὸν τοῦτο ἐγίνετο , εἶπε Ἄμασις πρὸς τὴν Λαδίκην ταύτην καλεομένην , ʹ γύναι , κατά με ἐφάρμαξας , καὶ ἔστι τοι οὐδεμία μηχανὴ μὴ οὐκ ἀπολωλέναι κάκιστα γυναικῶν πασέων . ʹ