2.177 νόμον τε Αἰγυπτίοισι τόνδε Ἄμασις ἐστὶ καταστήσας , ἀποδεικνύναι ἔτεος ἑκάστου τῷ νομάρχῃ πάντα τινὰ Αἰγυπτίων ὅθεν βιοῦται · μὴ δὲ ποιεῦντα ταῦτα μηδὲ ἀποφαίνοντα δικαίην ζόην ἰθύνεσθαι θανάτῳ . Σόλων δὲ Ἀθηναῖος λαβὼν ἐξ Αἰγύπτου τοῦτον τὸν νόμον Ἀθηναίοισι ἔθετο · τῷ ἐκεῖνοι ἐς αἰεὶ χρέωνται ἐόντι ἀμώμῳ νόμῳ .
2.178 φιλέλλην δὲ γενόμενος Ἄμασις ἄλλα τε ἐς Ἑλλήνων μετεξετέρους ἀπεδέξατο , καὶ δὴ καὶ τοῖσι ἀπικνευμένοισι ἐς Αἴγυπτον ἔδωκε Ναύκρατιν πόλιν ἐνοικῆσαι · τοῖσι δὲ μὴ βουλομένοισι αὐτῶν οἰκέειν , αὐτοῦ δὲ ναυτιλλομένοισι ἔδωκε χώρους ἐνιδρύσασθαι βωμοὺς καὶ τεμένεα θεοῖσι . τὸ μέν νυν μέγιστον αὐτῶν τέμενος , καὶ ὀνομαστότατον ἐὸν καὶ χρησιμώτατον , καλεύμενον δὲ Ἑλλήνιον , αἵδε αἱ πόλιες εἰσὶ αἱ ἱδρυμέναι κοινῇ , Ἱώνων μὲν Χίος καὶ Τέως καὶ Φώκαια καὶ Κλαζομεναί , Δωριέων δὲ Ῥόδος καὶ Κνίδος καὶ Ἁλικαρνησσὸς καὶ Φάσηλις , Αἰολέων δὲ Μυτιληναίων μούνη . τουτέων μὲν ἐστὶ τοῦτο τὸ τέμενος , καὶ προστάτας τοῦ ἐμπορίου αὗται αἱ πόλιες εἰσὶ αἱ παρέχουσαι · ὅσαι δὲ ἄλλαι πόλιες μεταποιεῦνται , οὐδέν σφι μετεὸν μεταποιεῦνται . χωρὶς δὲ Αἰγινῆται ἐπὶ ἑωυτῶν ἱδρύσαντο τέμενος Διός , καὶ ἄλλο Σάμιοι Ἥρης καὶ Μιλήσιοι Ἀπόλλωνος .