2.175 ἔσω γάρ μιν ἐς τὸ ἱρόν φασι τῶνδε εἵνεκα οὐκ ἐσελκύσαι · τὸν ἀρχιτέκτονα αὐτῆς ἑλκομένης τῆς στέγης ἀναστενάξαι , οἷά τε χρόνου ἐγγεγονότος πολλοῦ καὶ ἀχθόμενον τῷ ἔργῳ , τὸν δὲ Ἄμασιν ἐνθύμιον ποιησάμενον οὐκ ἐᾶν ἔτι προσωτέρω ἑλκύσαι . ἤδη δὲ τινὲς λέγουσι ὡς ἄνθρωπος διεφθάρη ὑπ’ αὐτῆς τῶν τις αὐτὴν μοχλευόντων , καὶ ἀπὸ τούτου οὐκ ἐσελκυσθῆναι .
2.176 ἀνέθηκε δὲ καὶ ἐν τοῖσι ἄλλοισι ἱροῖσι Ἄμασις πᾶσι τοῖσι ἐλλογίμοισι ἔργα τὸ μέγαθος ἀξιοθέητα , ἐν δὲ καὶ ἐν Μέμφι τὸν ὕπτιον κείμενον κολοσσὸν τοῦ Ἡφαιστείου ἔμπροσθε , τοῦ πόδες πέντε καὶ ἑβδομήκοντα εἰσὶ τὸ μῆκος · ἐπὶ δὲ τῷ αὐτῷ βάθρῳ ἑστᾶσι τοῦ αὐτοῦ ἐόντος λίθου δύο κολοσσοί , εἴκοσι ποδῶν τὸ μέγαθος ἐὼν ἑκάτερος , μὲν ἔνθεν δ’ ἔνθεν τοῦ μεγάλου . ἔστι δὲ λίθινος ἕτερος τοσοῦτος καὶ ἐν Σάι , κείμενος κατὰ τὸν αὐτὸν τρόπον τῷ ἐν Μέμφι . τῇ Ἴσι τε τὸ ἐν Μέμφι ἱρὸν Ἄμασις ἐστὶ ἐξοικοδομήσας , ἐὸν μέγα τε καὶ ἀξιοθεητότατον .
2.177 ἐπ’ Ἀμάσιος δὲ βασιλέος λέγεται Αἴγυπτος μάλιστα δὴ τότε εὐδαιμονῆσαι καὶ τὰ ἀπὸ τοῦ ποταμοῦ τῇ χώρῃ γινόμενα καὶ τὰ ἀπὸ τῆς χώρης τοῖσι ἀνθρώποισι , καὶ πόλις ἐν αὐτῇ γενέσθαι τὰς ἁπάσας τότε δισμυρίας τὰς οἰκεομένας .