2.174 ἐπείτε δὲ καὶ ἐβασίλευσε , ἐποίησε τοιάδε · ὅσοι μὲν αὐτὸν τῶν θεῶν ἀπέλυσαν μὴ φῶρα εἶναι , τούτων μὲν τῶν ἱρῶν οὔτε ἐπεμέλετο οὔτε ἐς ἐπισκευὴν ἐδίδου οὐδέν , οὐδὲ φοιτέων ἔθυε ὡς οὐδενὸς ἐοῦσι ἀξίοισι ψευδέα τε μαντήια ἐκτημένοισι · ὅσοι δέ μιν κατέδησαν φῶρα εἶναι , τούτων δὲ ὡς ἀληθέων θεῶν ἐόντων καὶ ἀψευδέα μαντήια παρεχομένων τὰ μάλιστα ἐπεμέλετο .
2.175 καὶ τοῦτο μὲν ἐν Σάι τῇ Ἀθηναίῃ προπύλαια θωμάσια οἷα ἐξεποίησε , πολλὸν πάντας ὑπερβαλόμενος τῷ τε ὕψεϊ καὶ τῷ μεγάθεϊ , ὅσων τε τὸ μέγαθος λίθων ἐστὶ καὶ ὁκοίων τεῶν · τοῦτο δὲ κολοσσοὺς μεγάλους καὶ ἀνδρόσφιγγας περιμήκεας ἀνέθηκε , λίθους τε ἄλλους ἐς ἐπισκευὴν ὑπερφυέας τὸ μέγαθος ἐκόμισε . ἠγάγετο δὲ τούτων τοὺς μὲν ἐκ τῶν κατὰ Μέμφιν ἐουσέων λιθοτομιέων , τοὺς δὲ ὑπερμεγάθεας ἐξ Ἐλεφαντίνης πόλιος πλόον καὶ εἴκοσι ἡμερέων ἀπεχούσης ἀπὸ Σάιος . τὸ δὲ οὐκ ἥκιστα αὐτῶν ἀλλὰ μάλιστα θωμάζω , ἔστι τόδε · οἴκημα μουνόλιθον ἐκόμισε ἐξ Ἐλεφαντίνης πόλιος , καὶ τοῦτο ἐκόμιζον μὲν ἐπ’ ἔτεα τρία , δισχίλιοι δέ οἱ προσετετάχατο ἄνδρες ἀγωγέες , καὶ οὗτοι ἅπαντες ἦσαν κυβερνῆται . τῆς δὲ στέγης ταύτης τὸ μὲν μῆκος ἔξωθεν ἐστὶ εἷς τε καὶ εἴκοσι πήχεες , εὖρος δὲ τεσσερεσκαίδεκα , ὕψος δὲ ὀκτώ . ταῦτα μὲν τὰ μέτρα ἔξωθεν τῆς στέγης τῆς μουνολίθου ἐστί , ἀτὰρ ἔσωθεν τὸ μῆκος ὀκτωκαίδεκα πηχέων καὶ πυγόνος { ... } , τὸ δὲ ὕψος πέντε πηχέων ἐστί . αὕτη τοῦ ἱροῦ κέεται παρὰ τὴν ἔσοδον ·