2.173 ἀχθεσθέντες δὲ τούτοισι οἱ φίλοι αὐτοῦ ἐνουθέτεον αὐτὸν τοιάδε λέγοντες . ʹ βασιλεῦ , οὐκ ὀρθῶς , σεωυτοῦ προέστηκας , ἐς τὸ ἄγαν φαῦλον προάγων σεωυτόν . σὲ γὰρ ἐχρῆν ἐν θρόνῳ σεμνῷ σεμνὸν θωκέοντα δι’ ἡμέρης πρήσσειν τὰ πρήγματα , καὶ οὕτω Αἰγύπτιοί τ’ ἂν ἠπιστέατο ὡς ὑπ’ ἀνδρὸς μεγάλου ἄρχονται , καὶ ἄμεινον σὺ ἂν ἤκουες · νῦν δὲ ποιέεις οὐδαμῶς βασιλικά . ʹ δ’ ἀμείβετο τοῖσιδε αὐτούς . ʹ τὰ τόξα οἱ ἐκτημένοι , ἐπεὰν μὲν δέωνται χρᾶσθαι , ἐντανύουσι · εἰ γὰρ δὴ τὸν πάντα χρόνον ἐντεταμένα εἴη , ἐκραγείη ἄν , ὥστε ἐς τὸ δέον οὐκ ἂν ἔχοιεν αὐτοῖσι χρᾶσθαι . οὕτω δὲ καὶ ἀνθρώπου κατάστασις · εἰ ἐθέλοι κατεσπουδάσθαι αἰεὶ μηδὲ ἐς παιγνίην τὸ μέρος ἑωυτὸν ἀνιέναι , λάθοι ἂν ἤτοι μανεὶς γε ἀπόπληκτος γενόμενος · τὰ ἐγὼ ἐπιστάμενος μέρος ἑκατέρῳ νέμω . ʹ ταῦτα μὲν τοὺς φίλους ἀμείψατο .
2.174 λέγεται δὲ Ἄμασις , καὶ ὅτε ἦν ἰδιώτης , ὡς φιλοπότης ἦν καὶ φιλοσκώμμων καὶ οὐδαμῶς κατεσπουδασμένος ἀνήρ · ὅκως δέ μιν ἐπιλείποι πίνοντά τε καὶ εὐπαθέοντα τὰ ἐπιτήδεα , κλέπτεσκε ἂν περιιών · οἳ δ’ ἄν μιν φάμενοι ἔχειν τὰ σφέτερα χρήματα ἀρνεύμενον ἄγεσκον ἐπὶ μαντήιον , ὅκου ἑκάστοισι εἴη . πολλὰ μὲν δὴ καὶ ἡλίσκετο ὑπὸ τῶν μαντηίων , πολλὰ δὲ καὶ ἀπέφευγε .