2.172 Ἀπρίεω δὲ ὧδε καταραιρημένου ἐβασίλευσε Ἄμασις , νομοῦ μὲν Σαΐτεω ἐών , ἐκ τῆς δὲ ἦν πόλιος , οὔνομά οἱ ἐστὶ Σιούφ . τὰ μὲν δὴ πρῶτα κατώνοντο τὸν Ἄμασιν Αἰγύπτιοι καὶ ἐν οὐδεμιῇ μοίρῃ μεγάλῃ ἦγον ἅτε δὴ δημότην τὸ πρὶν ἐόντα καὶ οἰκίης οὐκ ἐπιφανέος · μετὰ δὲ σοφίῃ αὐτοὺς Ἄμασις , οὐκ ἀγνωμοσύνῃ προσηγάγετο . ἦν οἱ ἄλλα τε ἀγαθὰ μυρία , ἐν δὲ καὶ ποδανιπτὴρ χρύσεος , ἐν τῷ αὐτός τε Ἄμασις καὶ οἱ δαιτυμόνες οἱ πάντες τοὺς πόδας ἑκάστοτε ἐναπενίζοντο · τοῦτον κατ’ ὦν κόψας ἄγαλμα δαίμονος ἐξ αὐτοῦ ἐποιήσατο , καὶ ἵδρυσε τῆς πόλιος ὅκου ἦν ἐπιτηδεότατον · οἱ δὲ Αἰγύπτιοι φοιτέοντες πρὸς τὤγαλμα ἐσέβοντο μεγάλως . μαθὼν δὲ Ἄμασις τὸ ἐκ τῶν ἀστῶν ποιεύμενον , συγκαλέσας Αἰγυπτίους ἐξέφηνε φὰς ἐκ τοῦ ποδανιπτῆρος τὤγαλμα γεγονέναι , ἐς τὸν πρότερον μὲν τοὺς Αἰγυπτίους ἐνεμέειν τε καὶ ἐνουρέειν καὶ πόδας ἐναπονίζεσθαι , τότε δὲ μεγάλως σέβεσθαι . ἤδη ὦν ἔφη λέγων ὁμοίως αὐτὸς τῷ ποδανιπτῆρι πεπρηγέναι · εἰ γὰρ πρότερον εἶναι δημότης , ἀλλ’ ἐν τῷ παρεόντι εἶναι αὐτῶν βασιλεύς · καὶ τιμᾶν τε καὶ προμηθέεσθαι ἑωυτοῦ ἐκέλευε .
2.173 τοιούτῳ μὲν τρόπῳ προσηγάγετο τοὺς Αἰγυπτίους ὥστε δικαιοῦν δουλεύειν , ἐχρᾶτο δὲ καταστάσι πρηγμάτων τοιῇδε · τὸ μὲν ὄρθριον μέχρι ὅτευ πληθούσης ἀγορῆς προθύμως ἔπρησσε τὰ προσφερόμενα πρήγματα , τὸ δὲ ἀπὸ τούτου ἔπινέ τε καὶ κατέσκωπτε τοὺς συμπότας καὶ ἦν μάταιός τε καὶ παιγνιήμων .