2.169 καὶ γὰρ τὸ τοῦ Ἀμάσιος σῆμα ἑκαστέρω μὲν ἐστὶ τοῦ μεγάρου τὸ τοῦ Ἀπρίεω καὶ τῶν τούτου προπατόρων , ἔστι μέντοι καὶ τοῦτο ἐν τῇ αὐλῇ τοῦ ἱροῦ , παστὰς λιθίνη μεγάλη καὶ ἠσκημένη στύλοισί τε φοίνικας τὰ δένδρεα μεμιμημένοισι καὶ τῇ ἄλλῃ δαπάνῃ · ἔσω δὲ ἐν τῇ παστάδι διξὰ θυρώματα ἕστηκε , ἐν δὲ τοῖσι θυρώμασι θήκη ἐστί .
2.170 εἰσὶ δὲ καὶ αἱ ταφαὶ τοῦ οὐκ ὅσιον ποιεῦμαι ἐπὶ τοιούτῳ πρήγματι ἐξαγορεύειν τὸ οὔνομα ἐν Σάι , ἐν τῷ ἱρῷ τῆς Ἀθηναίης , ὄπισθε τοῦ νηοῦ , παντὸς τοῦ τῆς Ἀθηναίης ἐχόμεναι τοίχου . καὶ ἐν τῷ τεμένεϊ ὀβελοὶ ἑστᾶσι μεγάλοι λίθινοι , λίμνη τε ἐστὶ ἐχομένη λιθίνῃ κρηπῖδι κεκοσμημένη καὶ ἐργασμένη εὖ κύκλῳ καὶ μέγαθος , ὡς ἐμοὶ ἐδόκεε , ὅση περ ἐν Δήλῳ τροχοειδὴς καλεομένη .
2.171 ἐν δὲ τῇ λίμνῃ ταύτῃ τὰ δείκηλα τῶν παθέων αὐτοῦ νυκτὸς ποιεῦσι , τὰ καλέουσι μυστήρια Αἰγύπτιοι . περὶ μέν νυν τούτων εἰδότι μοι ἐπὶ πλέον ὡς ἕκαστα αὐτῶν ἔχει , εὔστομα κείσθω . καὶ τῆς Δήμητρος τελετῆς πέρι , τὴν οἱ Ἕλληνες θεσμοφόρια καλέουσι , καὶ ταύτης μοι πέρι εὔστομα κείσθω , πλὴν ὅσον αὐτῆς ὁσίη ἐστὶ λέγειν · αἱ Δαναοῦ θυγατέρες ἦσαν αἱ τὴν τελετὴν ταύτην ἐξ Αἰγύπτου ἐξαγαγοῦσαι καὶ διδάξασαι τὰς Πελασγιώτιδας γυναῖκας · μετὰ δὲ ἐξαναστάσης πάσης Πελοποννήσου ὑπὸ Δωριέων ἐξαπώλετο τελετή , οἱ δὲ ὑπολειφθέντες Πελοποννησίων καὶ οὐκ ἐξαναστάντες Ἀρκάδες διέσωζον αὐτὴν μοῦνοι .