2.168 ταῦτα μὲν δὴ τοῖσι ἅπασι ἦν ἐξαραιρημένα , τάδε δὲ ἐν περιτροπῇ ἐκαρποῦντο καὶ οὐδαμὰ ὡυτοί . Καλασιρίων χίλιοι καὶ Ἑρμοτυβίων ἐδορυφόρεον ἐνιαυτὸν ἕκαστοι τὸν βασιλέα · τούτοισι ὦν τάδε πάρεξ τῶν ἀρουρέων ἄλλα ἐδίδοτο ἐπ’ ἡμέρῃ ἑκάστῃ , ὀπτοῦ σίτου σταθμὸς πέντε μνέαι ἑκάστῳ , κρεῶν βοέων δύο μνέαι , οἴνου τέσσερες ἀρυστῆρες . ταῦτα τοῖσι αἰεὶ δορυφορέουσι ἐδίδοτο .
2.169 ἐπείτε δὲ συνιόντες τε Ἀπρίης ἄγων τοὺς ἐπικούρους καὶ Ἄμασις πάντας Αἰγυπτίους ἀπίκοντο ἐς Μώμεμφιν πόλιν , συνέβαλον · καὶ ἐμαχέσαντο μὲν εὖ οἱ ξεῖνοι , πλήθεϊ δὲ πολλῷ ἐλάσσονες ἐόντες κατὰ τοῦτο ἑσσώθησαν . Ἀπρίεω δὲ λέγεται εἶναι ἥδε διάνοια , μηδ’ ἂν θεόν μιν μηδένα δύνασθαι παῦσαι τῆς βασιληίης · οὕτω ἀσφαλέως ἑωυτῷ ἱδρῦσθαι ἐδόκεε . καὶ δὴ τότε συμβαλὼν ἑσσώθη καὶ ζωγρηθεὶς ἀπήχθη ἐς Σάιν πόλιν , ἐς τὰ ἑωυτοῦ οἰκία πρότερον ἐόντα , τότε δὲ Ἀμάσιος ἤδη βασιληία . ἐνθαῦτα δὲ τέως μὲν ἐτρέφετο ἐν τοῖσι βασιληίοισι , καί μιν Ἄμασις εὖ περιεῖτε · τέλος δὲ μεμφομένων Αἰγυπτίων ὡς οὐ ποιέοι δίκαια τρέφων τὸν σφίσι τε καὶ ἑωυτῷ ἔχθιστον , οὕτω δὴ παραδιδοῖ τὸν Ἀπρίην τοῖσι Αἰγυπτίοισι . οἳ δέ μιν ἀπέπνιξαν καὶ ἔπειτα ἔθαψαν ἐν τῇσι πατρωίῃσι ταφῇσι · αἳ δὲ εἰσὶ ἐν τῷ ἱρῷ τῆς Ἀθηναίης , ἀγχοτάτω τοῦ μεγάρου , ἐσιόντι ἀριστερῆς χειρός . ἔθαψαν δὲ Σαῗται πάντας τοὺς ἐκ νομοῦ τούτου γενομένους βασιλέας ἔσω ἐν τῷ ἱρῷ .