2.156 Ἀπόλλωνα δὲ καὶ Ἄρτεμιν Διονύσου καὶ Ἴσιος λέγουσι εἶναι παῖδας , Λητοῦν δὲ τροφὸν αὐτοῖσι καὶ σώτειραν γενέσθαι . Αἰγυπτιστὶ δὲ Ἀπόλλων μὲν Ὦρος , Δημήτηρ δὲ Ἶσις , Ἄρτεμις δὲ Βούβαστις . ἐκ τούτου δὲ τοῦ λόγου καὶ οὐδενὸς ἄλλου Αἰσχύλος Εὐφορίωνος ἥρπασε τὸ ἐγὼ φράσω , μοῦνος δὴ ποιητέων τῶν προγενομένων · ἐποίησε γὰρ Ἄρτεμιν εἶναι θυγατέρα Δήμητρος . τὴν δὲ νῆσον διὰ τοῦτο γενέσθαι πλωτήν . ταῦτα μὲν οὕτω λέγουσι .
2.157 Ψαμμήτιχος δὲ ἐβασίλευσε Αἰγύπτου τέσσερα καὶ πεντήκοντα ἔτεα , τῶν τὰ ἑνὸς δέοντα τριήκοντα Ἄζωτον τῆς Συρίης μεγάλην πόλιν προσκατήμενος ἐπολιόρκεε , ἐς ἐξεῖλε . αὕτη δὲ Ἄζωτος ἁπασέων πολίων ἐπὶ πλεῖστον χρόνον πολιορκεομένη ἀντέσχε τῶν ἡμεῖς ἴδμεν .
2.158 Ψαμμητίχου δὲ Νεκῶς παῖς ἐγένετο καὶ ἐβασίλευσε Αἰγύπτου , ὃς τῇ διώρυχι ἐπεχείρησε πρῶτος τῇ ἐς τὴν Ἐρυθρὴν θάλασσαν φερούσῃ , τὴν Δαρεῖος Πέρσης δεύτερα διώρυξε · τῆς μῆκος ἐστὶ πλόος ἡμέραι τέσσερες , εὖρος δὲ ὠρύχθη ὥστε τριήρεας δύο πλέειν ὁμοῦ ἐλαστρευμένας . ἦκται δὲ ἀπὸ τοῦ Νείλου τὸ ὕδωρ ἐς αὐτήν · ἦκται δὲ κατύπερθε ὀλίγον Βουβάστιος πόλιος παρὰ Πάτουμον τὴν Ἀραβίην πόλιν , ἐσέχει δὲ ἐς τὴν Ἐρυθρὴν θάλασσαν . ὀρώρυκται δὲ πρῶτον μὲν τοῦ πεδίου τοῦ Αἰγυπτίου τὰ πρὸς Ἀραβίην ἔχοντα · ἔχεται δὲ κατύπερθε τοῦ πεδίου τὸ κατὰ Μέμφιν τεῖνον ὄρος , ἐν τῷ αἱ λιθοτομίαι ἔνεισι ·