2.155 τὸ δέ μοι τῶν φανερῶν ἦν θῶμα μέγιστον παρεχόμενον , φράσω · ἔστι ἐν τῷ τεμένεϊ τούτῳ Λητοῦς νηὸς ἐξ ἑνὸς λίθου πεποιημένος ἔς τε ὕψος καὶ ἐς μῆκος καὶ τοῖχος ἕκαστος τούτοισι ἴσος τεσσεράκοντα πηχέων τούτων ἕκαστον ἐστί , τὸ δὲ καταστέγασμα τῆς ὀροφῆς ἄλλος ἐπίκειται λίθος , ἔχων τὴν παρωροφίδα τετράπηχυν .
2.156 οὕτω μέν νυν νηὸς τῶν φανερῶν μοι τῶν περὶ τοῦτο τὸ ἱρὸν ἐστὶ θωμαστότατον , τῶν δὲ δευτέρων νῆσος Χέμμις καλευμένη · ἔστι μὲν ἐν λίμνῃ βαθέῃ καὶ πλατέῃ κειμένη παρὰ τὸ ἐν Βουτοῖ ἱρόν , λέγεται δὲ ὑπ’ Αἰγυπτίων εἶναι αὕτη νῆσος πλωτή . αὐτὸς μὲν ἔγωγε οὔτε πλέουσαν οὔτε κινηθεῖσαν εἶδον , τέθηπα δὲ ἀκούων εἰ νῆσος ἀληθέως ἐστὶ πλωτή . ἐν δὲ ὦν ταύτῃ νηός τε Ἀπόλλωνος μέγας ἔνι καὶ βωμοὶ τριφάσιοι ἐνιδρύαται , ἐμπεφύκασι δ’ ἐν αὐτῇ φοίνικες συχνοὶ καὶ ἄλλα δένδρεα καὶ καρποφόρα καὶ ἄφορα πολλά . λόγον δὲ τόνδε ἐπιλέγοντες οἱ Αἰγύπτιοι φασὶ εἶναι αὐτὴν πλωτήν , ὡς ἐν τῇ νήσῳ ταύτῃ οὐκ ἐούσῃ πρότερον πλωτῇ Λητώ , ἐοῦσα τῶν ὀκτὼ θεῶν τῶν πρώτων γενομένων , οἰκέουσα δὲ ἐν Βουτοῖ πόλι , ἵνα δή οἱ τὸ χρηστήριον τοῦτο ἐστί , Ἀπόλλωνα παρ’ Ἴσιος παρακαταθήκην δεξαμένη διέσωσε κατακρύψασα ἐν τῇ νῦν πλωτῇ λεγομένῃ νήσῳ , ὅτε τὸ πᾶν διζήμενος Τυφῶν ἐπῆλθε , θέλων ἐξευρεῖν τοῦ Ὀσίριος τὸν παῖδα .