2.158 τοῦ ὦν δὴ ὄρεος τούτου παρὰ τὴν ὑπώρεαν ἦκται διῶρυξ ἀπ’ ἑσπέρης μακρὴ πρὸς τὴν ἠῶ , καὶ ἔπειτα τείνει ἐς διασφάγας , φέρουσα ἀπὸ τοῦ ὄρεος πρὸς μεσαμβρίην τε καὶ νότον ἄνεμον ἐς τὸν κόλπον τὸν Ἀράβιον . τῇ δὲ ἐλάχιστον ἐστὶ καὶ συντομώτατον ἐκ τῆς βορηίης θαλάσσης ὑπερβῆναι ἐς τὴν νοτίην καὶ Ἐρυθρὴν τὴν αὐτὴν ταύτην καλεομένην , ἀπὸ τοῦ Κασίου ὄρεος τοῦ οὐρίζοντος Αἴγυπτόν τε καὶ Συρίην , ἀπὸ τούτου εἰσὶ στάδιοι ἀπαρτὶ χίλιοι ἐς τὸν Ἀράβιον κόλπον . τοῦτο μὲν τὸ συντομώτατον , δὲ διῶρυξ πολλῷ μακροτέρη , ὅσῳ σκολιωτέρη ἐστί · τὴν ἐπὶ Νεκῶ βασιλέος ὀρύσσοντες Αἰγυπτίων ἀπώλοντο δυώδεκα μυριάδες . Νεκῶς μέν νυν μεταξὺ ὀρύσσων ἐπαύσατο μαντηίου ἐμποδίου γενομένου τοιοῦδε , τῷ βαρβάρῳ αὐτὸν προεργάζεσθαι . βαρβάρους δὲ πάντας οἱ Αἰγύπτιοι καλέουσι τοὺς μὴ σφίσι ὁμογλώσσους .
2.159 παυσάμενος δὲ τῆς διώρυχος Νεκῶς ἐτράπετο πρὸς στρατηίας , καὶ τριήρεες αἳ μὲν ἐπὶ τῇ βορηίῃ θαλάσσῃ ἐποιήθησαν , αἳ δ’ ἐν τῷ Ἀραβίῳ κόλπῳ ἐπὶ τῇ Ἐρυθρῇ θαλάσσῃ , τῶν ἔτι οἱ ὁλκοὶ ἐπίδηλοι . καὶ ταύτῃσί τε ἐχρᾶτο ἐν τῷ δέοντι καὶ Σύροισι πεζῇ Νεκῶς συμβαλὼν ἐν Μαγδώλῳ ἐνίκησε , μετὰ δὲ τὴν μάχην Κάδυτιν πόλιν τῆς Συρίης ἐοῦσαν μεγάλην εἷλε . ἐν τῇ δὲ ἐσθῆτι ἔτυχε ταῦτα κατεργασάμενος , ἀνέθηκε τῷ Ἀπόλλωνι πέμψας ἐς Βραγχίδας τὰς Μιλησίων . μετὰ δέ , ἑκκαίδεκα ἔτεα τὰ πάντα ἄρξας , τελευτᾷ , τῷ παιδὶ Ψάμμι παραδοὺς τὴν ἀρχήν .