2.154 οἱ δὲ Ἴωνές τε καὶ οἱ Κᾶρες τούτους τοὺς χώρους οἴκησαν χρόνον ἐπὶ πολλόν · εἰσὶ δὲ οὗτοι οἱ χῶροι πρὸς θαλάσσης ὀλίγον ἔνερθε Βουβάστιος πόλιος , ἐπὶ τῷ Πηλουσίῳ καλεομένῳ στόματι τοῦ Νείλου . τούτους μὲν δὴ χρόνῳ ὕστερον βασιλεὺς Ἄμασις ἐξαναστήσας ἐνθεῦτεν κατοίκισε ἐς Μέμφιν , φυλακὴν ἑωυτοῦ ποιεύμενος πρὸς Αἰγυπτίων . τούτων δὲ οἰκισθέντων ἐν Αἰγύπτῳ , οἱ Ἕλληνες οὕτω ἐπιμισγόμενοι τούτοισι τὰ περὶ Αἴγυπτον γινόμενα ἀπὸ Ψαμμητίχου βασιλέος ἀρξάμενοι πάντα καὶ τὰ ὕστερον ἐπιστάμεθα ἀτρεκέως · πρῶτοι γὰρ οὗτοι ἐν Αἰγύπτῳ ἀλλόγλωσσοι κατοικίσθησαν . ἐξ ὧν δὲ ἐξανέστησαν χώρων , ἐν τούτοισι δὲ οἵ τε ὁλκοὶ τῶν νεῶν καὶ τὰ ἐρείπια τῶν οἰκημάτων τὸ μέχρι ἐμεῦ ἦσαν .
2.155 Ψαμμήτιχος μέν νυν οὕτω ἔσχε Αἴγυπτον . τοῦ δὲ χρηστηρίου τοῦ ἐν Αἰγύπτῳ πολλὰ ἐπεμνήσθην ἤδη , καὶ δὴ λόγον περὶ αὐτοῦ ὡς ἀξίου ἐόντος ποιήσομαι . τὸ γὰρ χρηστήριον τοῦτο τὸ ἐν Αἰγύπτῳ ἐστὶ μὲν Λητοῦς ἱρόν , ἐν πόλι δὲ μεγάλῃ ἱδρυμένον κατὰ τὸ Σεβεννυτικὸν καλεόμενον στόμα τοῦ Νείλου , ἀναπλέοντι ἀπὸ θαλάσσης ἄνω . οὔνομα δὲ τῇ πόλι ταύτῃ ὅκου τὸ χρηστήριον ἐστὶ Βουτώ , ὡς καὶ πρότερον ὠνόμασταί μοι . ἱρὸν δὲ ἐστὶ ἐν τῇ Βουτοῖ ταύτῃ Ἀπόλλωνος καὶ Ἀρτέμιδος , καὶ γε νηὸς τῆς Λητοῦς , ἐν τῷ δὴ τὸ χρηστήριον ἔνι , αὐτός τε τυγχάνει ἐὼν μέγας καὶ τὰ προπύλαια ἔχει ἐς ὕψος δέκα ὀργυιέων .