2.149 τοῦ δὲ λαβυρίνθου τούτου ἐόντος τοιούτου θῶμα ἔτι μέζον παρέχεται Μοίριος καλεομένη λίμνη , παρ’ ἣν λαβύρινθος οὗτος οἰκοδόμηται · τῆς τὸ περίμετρον τῆς περιόδου εἰσὶ στάδιοι ἑξακόσιοι καὶ τρισχίλιοι , σχοίνων ἑξήκοντα ἐόντων , ἴσοι καὶ αὐτῆς Αἰγύπτου τὸ παρὰ θάλασσαν . κεῖται δὲ μακρὴ λίμνη πρὸς βορέην τε καὶ νότον , ἐοῦσα βάθος , τῇ βαθυτάτη αὐτὴ ἑωυτῆς , πεντηκοντόργυιος . ὅτι δὲ χειροποίητος ἐστὶ καὶ ὀρυκτή , αὐτὴ δηλοῖ · ἐν γὰρ μέσῃ τῇ λίμνῃ μάλιστά κῃ ἑστᾶσι δύο πυραμίδες , τοῦ ὕδατος ὑπερέχουσαι πεντήκοντα ὀργυιὰς ἑκατέρη , καὶ τὸ κατ’ ὕδατος οἰκοδόμηται ἕτερον τοσοῦτον , καὶ ἐπ’ ἀμφοτέρῃσι ἔπεστι κολοσσὸς λίθινος κατήμενος ἐν θρόνῳ . οὕτω αἱ μὲν πυραμίδες εἰσὶ ἑκατὸν ὀργυιέων , αἱ δ’ ἑκατὸν ὀργυιαὶ δίκαιαι εἰσὶ στάδιον ἑξάπλεθρον , ἑξαπέδου τε τῆς ὀργυιῆς μετρεομένης καὶ τετραπήχεος , τῶν ποδῶν μὲν τετραπαλαίστων ἐόντων , τοῦ δὲ πήχεος ἑξαπαλαίστου . τὸ δὲ ὕδωρ τὸ ἐν τῇ λίμνῃ αὐθιγενὲς μὲν οὐκ ἔστἱ ἄνυδρος γὰρ δὴ δεινῶς ἐστι ταύτᾐ , ἐκ τοῦ Νείλου δὲ κατὰ διώρυχα ἐσῆκται , καὶ ἓξ μὲν μῆνας ἔσω ῥέει ἐς τὴν λίμνην , ἓξ δὲ μῆνας ἔξω ἐς τὸν Νεῖλον αὖτις · καὶ ἐπεὰν μὲν ἐκρέῃ ἔξω , δὲ τότε τοὺς ἓξ μῆνας ἐς τὸ βασιλήιον καταβάλλει ἐπ’ ἡμέρην ἑκάστην τάλαντον ἀργυρίου ἐκ τῶν ἰχθύων , ἐπεὰν δὲ ἐσίῃ τὸ ὓδωρ ἐς αὐτήν , εἴκοσι μνέας .