2.150 ἔλεγον δὲ οἱ ἐπιχώριοι καὶ ὡς ἐς τὴν Σύρτιν τὴν ἐς Λιβύην ἐκδιδοῖ λίμνη αὕτη ὑπὸ γῆν , τετραμμένη τὸ πρὸς ἑσπέρην ἐς τὴν μεσόγαιαν παρὰ τὸ ὄρος τὸ ὑπὲρ Μέμφιος . ἐπείτε δὲ τοῦ ὀρύγματος τούτου οὐκ ὥρων τὸν χοῦν οὐδαμοῦ ἐόντα , ἐπιμελὲς γὰρ δή μοι ἦν , εἰρόμην τοὺς ἄγχιστα οἰκέοντας τῆς λίμνης ὅκου εἴη χοῦς ἐξορυχθείς . οἳ δὲ ἔφρασάν μοι ἵνα ἐξεφορήθη , καὶ εὐπετέως ἔπειθον · ᾔδεα γὰρ λόγῳ καὶ ἐν Νίνῳ τῇ Ἀσσυρίων πόλι γενόμενον ἕτερον τοιοῦτον . τὰ γὰρ Σαρδαναπάλλου τοῦ Νίνου βασιλέος ἐόντα μεγάλα χρήματα καὶ φυλασσόμενα ἐν θησαυροῖσι καταγαίοισι ἐπενόησαν κλῶπες ἐκφορῆσαι . ἐκ δὴ ὦν τῶν σφετέρων οἰκίων ἀρξάμενοι οἱ κλῶπες ὑπὸ γῆν σταθμεόμενοι ἐς τὰ βασιλήια οἰκία ὤρυσσον , τὸν δὲ χοῦν τὸν ἐκφορεόμενον ἐκ τοῦ ὀρύγματος , ὅκως γένοιτο νύξ , ἐς τὸν Τίγρην ποταμὸν παραρρέοντα τὴν Νίνον ἐξεφόρεον , ἐς κατεργάσαντο τι ἐβούλοντο . τοιοῦτον ἕτερον ἤκουσα καὶ κατὰ τὸ τῆς ἐν Αἰγύπτῳ λίμνης ὄρυγμα γενέσθαι , πλὴν οὐ νυκτὸς ἀλλὰ μετ’ ἡμέρην ποιεύμενον · ὀρύσσοντας γὰρ τὸν χοῦν τοὺς Αἰγυπτίους ἐς τὸν Νεῖλον φορέειν · δὲ ὑπολαμβάνων ἔμελλε διαχέειν . μέν νυν λίμνη αὕτη οὕτω λέγεται ὀρυχθῆναι ·
2.151 τῶν δὲ δυώδεκα βασιλέων δικαιοσύνῃ χρεωμένων , ἀνὰ χρόνον ὡς ἔθυσαν ἐν τῷ ἱρῷ τοῦ Ἡφαίστου , τῇ ὑστάτῃ τῆς ὁρτῆς , μελλόντων κατασπείσειν , ἀρχιερεὺς ἐξήνεικέ σφι φιάλας χρυσέας , τῇσί περ ἐώθεσαν σπένδειν , ἁμαρτὼν τοῦ ἀριθμοῦ , ἕνδεκα δυώδεκα ἐοῦσι .