2.148 τοῦ [ γὰρ ] δυώδεκα μὲν εἰσὶ αὐλαὶ κατάστεγοι , ἀντίπυλοι ἀλλήλῃσι , ἓξ μὲν πρὸς βορέω ἓξ δὲ πρὸς νότον τετραμμέναι , συνεχέες · τοῖχος δὲ ἔξωθεν αὐτός σφεας περιέργει . οἰκήματα δ’ ἔνεστι διπλᾶ , τὰ μὲν ὑπόγαια τὰ δὲ μετέωρα ἐπ’ ἐκείνοισι , τρισχίλια ἀριθμόν , πεντακοσίων καὶ χιλίων ἑκάτερα . τὰ μέν νυν μετέωρα τῶν οἰκημάτων αὐτοί τε ὡρῶμεν διεξιόντες καὶ αὐτοὶ θεησάμενοι λέγομεν , τὰ δὲ αὐτῶν ὑπόγαια λόγοισι ἐπυνθανόμεθα · οἱ γὰρ ἐπεστεῶτες τῶν Αἰγυπτίων δεικνύναι αὐτὰ οὐδαμῶς ἤθελον , φάμενοι θήκας αὐτόθι εἶναι τῶν τε ἀρχὴν τὸν λαβύρινθον τοῦτον οἰκοδομησαμένων βασιλέων καὶ τῶν ἱρῶν κροκοδείλων . οὕτω τῶν μὲν κάτω πέρι οἰκημάτων ἀκοῇ παραλαβόντες λέγομεν , τὰ δὲ ἄνω μέζονα ἀνθρωπηίων ἔργων αὐτοὶ ὡρῶμεν · αἵ τε γὰρ διέξοδοι διὰ τῶν στεγέων καὶ οἱ ἑλιγμοὶ διὰ τῶν αὐλέων ἐόντες ποικιλώτατοι θῶμα μυρίον παρείχοντο ἐξ αὐλῆς τε ἐς τὰ οἰκήματα διεξιοῦσι καὶ ἐκ τῶν οἰκημάτων ἐς παστάδας , ἐς στέγας τε ἄλλας ἐκ τῶν παστάδων καὶ ἐς αὐλὰς ἄλλας ἐκ τῶν οἰκημάτων . ὀροφὴ δὲ πάντων τούτων λιθίνη κατά περ οἱ τοῖχοι , οἱ δὲ τοῖχοι τύπων ἐγγεγλυμμένων πλέοι , αὐλὴ δὲ ἑκάστη περίστυλος λίθου λευκοῦ ἁρμοσμένου τὰ μάλιστα . τῆς δὲ γωνίης τελευτῶντος τοῦ λαβυρίνθου ἔχεται πυραμὶς τεσσερακοντόργυιος , ἐν τῇ ζῷα μεγάλα ἐγγέγλυπται · ὁδὸς δ’ ἐς αὐτὴν ὑπὸ γῆν πεποίηται .