2.147 ταῦτα μέν νυν αὐτοὶ Αἰγύπτιοι λέγουσι · ὅσα δὲ οἵ τε ἄλλοι ἄνθρωποι καὶ Αἰγύπτιοι λέγουσι ὁμολογέοντες τοῖσι ἄλλοισι κατὰ ταύτην τὴν χώρην γενέσθαι , ταῦτ’ ἤδη φράσω · προσέσται δέ τι αὐτοῖσι καὶ τῆς ἐμῆς ὄψιος . ἐλευθερωθέντες Αἰγύπτιοι μετὰ τὸν ἱρέα τοῦ Ἡφαίστου βασιλεύσαντα , οὐδένα γὰρ χρόνον οἷοί τε ἦσαν ἄνευ βασιλέος διαιτᾶσθαι , ἐστήσαντο δυώδεκα βασιλέας , δυώδεκα μοίρας δασάμενοι Αἴγυπτον πᾶσαν . οὗτοι ἐπιγαμίας ποιησάμενοι ἐβασίλευον νόμοισι τοῖσιδε χρεώμενοι , μήτε καταιρέειν ἀλλήλους μήτε πλέον τι δίζησθαι ἔχειν τὸν ἕτερον τοῦ ἑτέρου , εἶναί τε φίλους τὰ μάλιστα . τῶνδε δὲ εἵνεκα τοὺς νόμους τούτους ἐποιέοντο , ἰσχυρῶς περιστέλλοντες · ἐκέχρηστό σφι κατ’ ἀρχὰς αὐτίκα ἐνισταμένοισι ἐς τὰς τυραννίδας τὸν χαλκέῃ φιάλῃ σπείσαντα αὐτῶν ἐν τῷ ἱρῷ τοῦ Ἡφαίστου , τοῦτον ἁπάσης βασιλεύσειν Αἰγύπτου · ἐς γὰρ δὴ τὰ πάντα ἱρὰ συνελέγοντο .
2.148 καὶ δή σφι μνημόσυνα ἔδοξε λιπέσθαι κοινῇ , δόξαν δέ σφι ἐποιήσαντο λαβύρινθον , ὀλίγον ὑπὲρ τῆς λίμνης τῆς Μοίριος κατὰ Κροκοδείλων καλεομένην πόλιν μάλιστά κῃ κείμενον · τὸν ἐγὼ ἤδη εἶδον λόγου μέζω . εἰ γάρ τις τὰ ἐξ Ἑλλήνων τείχεά τε καὶ ἔργων ἀπόδεξιν συλλογίσαιτο , ἐλάσσονος πόνου τε ἂν καὶ δαπάνης φανείη ἐόντα τοῦ λαβυρίνθου τούτου . καίτοι ἀξιόλογός γε καὶ ἐν Ἐφέσῳ ἐστὶ νηὸς καὶ ἐν Σάμῳ . ἦσαν μέν νυν καὶ αἱ πυραμίδες λόγου μέζονες , καὶ πολλῶν ἑκάστη αὐτέων Ἑλληνικῶν ἔργων καὶ μεγάλων ἀνταξίη , δὲ δὴ λαβύρινθος καὶ τὰς πυραμίδας ὑπερβάλλει ·