2.145 καὶ ταῦτα Αἰγύπτιοι ἀτρεκέως φασὶ . ἐπίστασθαι , αἰεί τε λογιζόμενοι καὶ αἰεὶ ἀπογραφόμενοι τὰ ἔτεα . Διονύσῳ μέν νυν τῷ ἐκ Σεμέλης τῆς Κάδμου λεγομένῳ γενέσθαι κατὰ ἑξακόσια ἔτεα καὶ χίλια μάλιστα ἐστὶ ἐς ἐμέ , Ἡρακλέι δὲ τῷ Ἀλκμήνης κατὰ εἰνακόσια ἔτεα · Πανὶ δὲ τῷ ἐκ Πηνελόπης ʹἐκ ταύτης γὰρ καὶ Ἑρμέω λέγεται γενέσθαι ὑπὸ Ἑλλήνων Πάν̓ ἐλάσσω ἔτεα ἐστὶ τῶν Τρωικῶν , κατὰ ὀκτακόσια μάλιστα ἐς ἐμέ .
2.146 τούτων ὦν ἀμφοτέρων πάρεστι χρᾶσθαι τοῖσί τις πείσεται λεγομένοισι μᾶλλον · ἐμοὶ δ’ ὦν περὶ αὐτῶν γνώμη ἀποδέδεκται . εἰ μὲν γὰρ φανεροί τε ἐγένοντο καὶ κατεγήρασαν καὶ οὗτοι ἐν τῇ Ἑλλάδι , κατά περ Ἡρακλέης ἐξ Ἀμφιτρύωνος γενόμενος , καὶ δὴ καὶ Διόνυσος ἐκ Σεμέλης καὶ Πὰν ἐκ Πηνελόπης γενόμενος , ἔφη ἄν τις καὶ τούτους ἄλλους ἄνδρας γενομένους ἔχειν τὰ ἐκείνων οὐνόματα τῶν προγεγονότων θεῶν . νῦν δὲ Διόνυσόν τε λέγουσι οἱ Ἕλληνες ὡς αὐτίκα γενόμενον ἐς τὸν μηρὸν ἐνερράψατο Ζεὺς καὶ ἤνεικε ἐς Νύσαν τὴν ὑπὲρ Αἰγύπτου ἐοῦσαν ἐν τῇ Αἰθιοπίῃ , καὶ Πανός γε πέρι οὐκ ἔχουσι εἰπεῖν ὅκῃ ἐτράπετο γενόμενος . δῆλά μοι γέγονε ὅτι ὕστερον ἐπύθοντο οἱ Ἕλληνες τούτων τὰ οὐνόματα τὰ τῶν ἄλλων θεῶν · ἀπ’ οὗ δὲ ἐπύθοντο χρόνου , ἀπὸ τούτου γενεηλογέουσι αὐτῶν τὴν γένεσιν .